Textus Originalis
Ol. 93, 3 : 406 a. Chr. 149
ματίσαντα προελϑεῖν εἰς τὴν ἐκκλησίαν ὡς ἐπιβεβουλευμένον, καὶ διὰ τοῦτο φυλακὴν λαβεῖν παρὰ τῶν πολιτῶν, ᾗ χρησάμενον τὴν τυραννίδα περιπεποιῆσϑαι. καὶ τότε Διονύσιος τῇ παραπλησίᾳ μηχανῇ τὸ πλῆϑος ἐξαπατήσας ἐνήργει τὰ τῆς τυραννίδος. εὐϑὺ γὰρ τοὺς χρημάτων μὲν ἐνδεεῖς, τῇ δὲ ψυχῇ ϑρασεῖς ἐπιλέξας ὑπὲρ τοὺς χιλίους, ὅπλοις τε πολυτελέσι καϑώπλισε καὶ ταῖς μεγίσταις ἐπαγγελίαις ἐμετεώρισε. τοὺς δὲ μισϑοφόρους ἀνακαλούμενος καὶ φιλανϑρώποις λόγοις χρώμενος ἰδίους κατεσκεύαζεν. μετετίϑει δὲ καὶ τὰς τάξεις, τοῖς πιστοτάτοις τὰς ἡγεμονίας παραδιδούς. καὶ Δέξιππον τὸν Λακεδαιμόνιον ἀπέλυσεν εἰς τὴν ῾Ελλάδα: ὑφεωρᾶτο γὰρ τὸν ἄνδρα τοῦτον, μὴ καιροῦ λαμβανόμενος ἀνακτήσηται τοῖς Συρακοσίοις τὴν ἐλευϑερίαν. μετεπέμψατο δὲ καὶ τοὺς ἐν Γέλᾳ μισϑοφόρους, καὶ πανταχόϑεν συνῆγε τοὺς φυγάδας καὶ ἀσεβεῖς, ἐλπίζων διὰ τούτων βεβαιότατα τηρηϑήσεσϑαι τὴν τυραννίδα. οὐ μὴν ἀλλὰ παραγενόμενος εἰς Συρακούσας κατεσκήνωσεν ἐν τῷ ναυστάϑμῳ, φανερῶς αὑτὸν ἀναδείξας τύραννον. οἱ δὲ Συρακόσιοι βαρέως φέροντες ἠναγκάζοντο τὴν ἡσυχίαν ἔχειν: οὐδὲν γὰρ ἔτι περαίνειν ἠδύναντο: ἥ τε γὰρ πόλις ἔγεμεν ὅπλων ξενικῶν, τούς τε Καρχηδονίους ἐδεδοίκεισαν τηλικαύτας ἔχοντας δυνάμεις. 96 ῾Ο δ᾽ οὖν Διονύσιος εὐϑέως ἔγημε τὴν ῾Ερμοκράτους ϑυγατέρα τοῦ καταπολεμήσαντος ᾿Αϑηναίους, καὶ τὴν ἀδελφὴν ἔδωκε Πολυξένῳ τῆς
Note a pie di pagina
1 1 παρελϑεῖν malim (c. 91, 3. 101, 5)
2 14 λαβόμενος v
3 18 βεβαιοτάτην v (cf. XIV 44, 5)
4 21 αὐτὸν PA, ἑαυτὸν c