Textus Originalis

150 DIODOR. XIII 96. 97.

150 DIODOR. XIII 96. 97.

῾Ερμοκράτους γυναικὸς ἀδελφῷ: τοῦτο δ᾽ ἔπραξε βουλόμενος οἰκίαν ἐπίσημον εἰς οἰκειότητα προσλαβέσϑαι πρὸς τὸ τὴν τυραννίδα ποιῆσαι βεβαίαν. μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν τῶν ἀντιπραξάντων αὐτῷ τοὺς δυνατωτάτους ὄντας, Δαφναῖον καὶ Δήμαρχον, ἀνεῖλεν. Διονύσιος μὲν οὖν ἐκ γραμματέως καὶ τοῦ τυχόντος ἰδιώτου τῆς μεγίστης πόλεως τῶν ῾Ελληνίδων ἐγενήϑη τύραννος: διετήρησε δὲ τὴν δυναστείαν ἄχρι τῆς τελευτῆς, τυραννήσας ἔτη δύο λείποντα τῶν τεσσαράκοντα. τὰς δὲ κατὰ μέρος αὐτοῦ πράξεις καὶ τὴν αὔξησιν τῆς ἀρχῆς ἐν τοῖς οἰκείοις χρόνοις διέξιμεν: δοκεῖ γὰρ οὗτος μεγίστην τῶν ἱστορουμένων τυραννίδα περιπεποιῆσϑαι δι᾽ ἑαυτοῦ καὶ πολυχρονιωτάτην. Οἱ δὲ Καρχηδόνιοι μετὰ τὴν ἅλωσιν τῆς πόλεως τὰ μὲν ἀναϑήματα καὶ τοὺς ἀνδριάντας καὶ τἄλλα τὰ πολυτελέστατα μετήνεγκαν εἰς Καρχηδόνα, τὰ δ᾽ ἱερὰ κατακαύσαντες καὶ τὴν πόλιν διαρπάσαντες αὐτοῦ παρεχείμασαν. ἐπὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάζοντο μηχανήματα καὶ βέλη παντοδαπά, διανοούμενοι πρώτην πολιορκῆσαι τὴν τῶν Γελῴων πόλιν. 97 Τούτων δὲ πραττομένων ᾿Αϑηναῖοι μὲν κατὰ τὸ συνεχὲς ἐλαττώμασι περιπίπτοντες, ἐποιήσαντο πολίτας τοὺς μετοίκους καὶ τῶν ἄλλων ξένων τοὺς βουλομένους συναγωνίσασϑαι: ταχὺ δὲ πολλοῦ πλήϑους πολιτογραφηϑέντος, οἱ στρατηγοὶ κατέγραφον τοὺς

Note a pie di pagina

1 4 τοὺς ἀντιπράξαντας αὐτῷ τῶν δυνατωτάτων O, corr. Reiske

2 15 τῆς] τῶν ᾿Ακραγαντίνων add. Hert.

3 19 ἐπὶ] εἰς Hert.

4 23 τούτων δὲ πραττομένων om. v

5 μὲν] δὲ v