Textus Originalis

16 DIODOR. XIII 8. 9.

16 DIODOR. XIII 8. 9.

πος δὲ περιπορευόμενος τὰς κατὰ Σικελίαν πόλεις πολλοὺς προετρέπετο συμμαχεῖν, καὶ λαβὼν στρατιώτας παρά τε τῶν ῾Ιμεραίων καὶ Σικανῶν τρισχιλίους ἦγε διὰ τῆς μεσογείου. πυϑόμενοι δὲ οἱ ᾿Αϑηναῖοι τὴν παρουσίαν αὐτῶν, ἐπιϑέμενοι τοὺς ἡμίσεις ἀνεῖλον: οἱ δὲ περιλειφϑέντες διεσώϑησαν εἰς Συρακούσας. ἐλϑόντων δὲ τῶν συμμάχων οἱ Συρακόσιοι βουλόμενοι καὶ τῶν κατὰ ϑάλατταν ἀγώνων ἀντιποιεῖσϑαι, τάς τε προϋπαρχούσας ναῦς καϑείλκυσαν καὶ ἄλλας προσκατασκευάσαντες ἐν τῷ μικρῷ λιμένι τὰς ἀναπείρας ἐποιοῦντο. Νικίας δὲ ὁ τῶν ᾿Αϑηναίων στρατηγὸς ἀπέστειλεν εἰς ᾿Αϑήνας ἐπιστολάς, ἐν αἷς ἐδήλου ὅτι πολλοὶ πάρεισι σύμμαχοι τοῖς Συρακοσίοις, καὶ διότι ναῦς οὐκ ὀλίγας πληρώσαντες ναυμαχεῖν διέγνωσαν: κατὰ τάχος οὖν ἠξίου τριήρεις τε πέμπειν καὶ χρήματα καὶ στρατηγοὺς τοὺς συνδιοικήσοντας τὸν πόλεμον: ᾿Αλκιβιάδου μὲν γὰρ πεφευγότος, Λαμάχου δὲ τετελευτηκότος αὐτὸν μόνον ἀπολελεῖφϑαι, καὶ ταῦτ᾽ ἀσϑενῶς διακείμενον. οἱ δ᾽ ᾿Αϑηναῖοι μετ᾽ Εὐρυμέδοντος μὲν τοῦ στρατηγοῦ δέκα ναῦς ἀπέστειλαν εἰς Σικελίαν καὶ ἀργυρίου τάλαντα ἑκατὸν τεσσαράκοντα περὶ τὰς χειμερινὰς τροπάς: περὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάξοντο μέγαν στόλον ἀποστέλλειν. διόπερ στρατιώτας τε πανταχόϑεν παρὰ τῶν συμμάχων κατέγραφον καὶ χρήματα συνήϑροι-

Note a pie di pagina

1 1 κατὰ PA, κατὰ τὴν c

2 5 ᾿Αϑηναῖοι] Σικελοὶ O

3 10 παρακατασκευάσαντες A, προσπαρακατασκ. L, προσπαρασκ. c

4 11 τὰς ἀναπείρους AJL, τὰς δ᾽ ἀναπείρους P, τὰς δ᾽ ἀναπήρους c

5 23 χειμερινὰς Wess. ex Thuc. VII 16, 2, ϑερινὰς O

6 24 ἐξαποστέλλειν M