Textus Originalis

156 DIODOR. XIII 99—101.

156 DIODOR. XIII 99—101.

Πελοποννησίων οἱ μὲν εἰς Χίον, οἱ δ᾽ εἰς Κύμην διεσώϑησαν. 100 Οἱ δ᾽ ᾿Αϑηναῖοι διώξαντες ἐφ᾽ ἱκανὸν τοὺς ἡττημένους πάντα τὸν σύνεγγυς τόπον τῆς ϑαλάττης ἐπλήρωσαν νεκρῶν καὶ ναυαγίων. μετὰ δὲ ταῦτα τῶν στρατηγῶν οἱ μὲν ᾤοντο δεῖν τοὺς τετελευτηκότας ἀναιρεῖσϑαι διὰ τὸ χαλεπῶς διατίϑεσϑαι τοὺς ᾿Αϑηναίους ἐπὶ τοῖς ἀτάφους περιορῶσι τοὺς τετελευτηκότας, οἱ δ᾽ ἔφασαν δεῖν ἐπὶ τὴν Μιτυλήνην πλεῖν καὶ τὴν ταχίστην λῦσαι τὴν πολιορκίαν. ἐπεγενήϑη δὲ καὶ χειμὼν μέγας, ὥστε σαλεύεσϑαι τὰς τριήρεις, καὶ τοὺς στρατιώτας διά τε τὴν ἐκ τῆς μάχης κακοπάϑειαν καὶ διὰ τὸ μέγεϑος τῶν κυμάτων ἀντιλέγειν πρὸς τὴν ἀναίρεσιν τῶν νεκρῶν. τέλος δὲ τοῦ χειμῶνος ἐπιτείνοντος οὔτε ἐπὶ τὴν Μιτυλήνην ἔπλευσαν οὔτε τοὺς τετελευτηκότας ἀνείλαντο, βιασϑέντες δὲ ὑπὸ τῶν πνευμάτων εἰς ᾿Αργινούσας κατέπλευσαν. ἀπώλοντο δὲ ἐν τῇ ναυμαχίᾳ τῶν μὲν ᾿Αϑηναίων ναῦς εἴκοσι πέντε καὶ τῶν ἐν αὐταῖς οἱ πλεῖστοι, τῶν δὲ Πελοποννησίων ἑπτὰ πρὸς ταῖς ἑβδομήκοντα: διόπερ τοσούτων νεῶν καὶ τῶν ἐν αὐταῖς γεγενημένων ἀνδρῶν ἀπολωλότων ἐπλήσϑη τῆς Κυμαίων καὶ Φωκαέων ἡ παραϑαλάττιος χώρα νεκρῶν καὶ ναυαγίων. ὁ δὲ τὴν Μιτυλήνην πολιορκῶν ᾿Ετεόνικος πυϑόμενός τινος τὴν τῶν Πελοποννησίων ἧτταν, τὰς μὲν ναῦς εἰς Χίον ἔπεμψε, τὴν δὲ πεζὴν δύναμιν αὐτὸς ἔχων εἰς τὴν Πυρραίων πόλιν ἀπεχώρησεν,

Note a pie di pagina

1 23 Φωκαίων PL, Φωκέων c

2 25 ᾿Ετεονίσκος ALKM

3 26 τὴν om. P

4 28 Πυρραίων Palmer., Τυρραίων O, ᾿Ερυϑραίων Ortelius