Textus Originalis
Ol. 93, 3 : 406 a. Chr. 157
οὖσαν σύμμαχον: ἐδεδοίκει γάρ, μήποτε τῷ στόλῳ πλευσάντων τῶν ᾿Αϑηναίων ἐπ᾽ αὐτοὺς καὶ τῶν ἐκ τῆς πόλεως ἐπεξελϑόντων κινδυνεύσῃ τὴν δύναμιν ἀποβαλεῖν ἅπασαν. οἱ δὲ τῶν ᾿Αϑηναίων στρατηγοὶ πλεύσαντες εἰς Μιτυλήνην καὶ τὸν Κόνωνα μετὰ τῶν τεσσαράκοντα νεῶν παραλαβόντες εἰς Σάμον κατέπλευσαν, κἀκεῖϑεν ὁρμώμενοι τὴν τῶν πολεμίων χώραν ἐπόρϑουν. μετὰ δὲ ταῦτα οἱ περὶ τὴν Αἰολίδα καὶ τὴν ᾿Ιωνίαν καὶ τὰς νήσους τοῖς συμμαχούσας Λακεδαιμονίοις συνῆλϑον εἰς ῎Εφεσον, καὶ βουλευομένοις αὐτοῖς ἔδοξεν ἀποστέλλειν εἰς Σπάρτην καὶ Λύσανδρον αἰτεῖσϑαι ναύαρχον: οὗτος γὰρ ἔν τε τῷ τῆς ναυαρχίας χρόνῳ κατωρϑωκὼς ἦν πολλὰ καὶ ἐδόκει διαφέρειν στρατηγίᾳ τῶν ἄλλων. οἱ δὲ Λακεδαιμόνιοι νόμον ἔχοντες δὶς τὸν αὐτὸν μὴ πέμπειν, καὶ τὸ πάτριον ἔϑος μὴ ϑέλοντες καταλύειν, ῎Αρακον μὲν εἵλοντο ναύαρχον, τὸν δὲ Λύσανδρον ἰδιώτην αὐτῷ συνεξέπεμψαν, προστάξαντες ἀκούειν ἅπαντα τούτου. οὗτοι μὲν ἐκπεμφϑέντες ἐπὶ τὴν ἡγεμονίαν ἔκ τε τῆς Πελοποννήσου καὶ παρὰ τῶν συμμάχων τριήρεις ἤϑροιζον ὅσας ἠδύναντο πλείστας. 101 ᾿Αϑηναῖοι δὲ πυϑόμενοι τὴν ἐν ταῖς ᾿Αργινούσαις εὐημερίαν ἐπὶ μὲν τῇ νίκῃ τοὺς στρατηγοὺς ἐπήνουν, ἐπὶ δὲ τῷ περιιδεῖν ἀτάφους τοὺς ὑπὲρ τῆς ἡγεμονίας τετελευτηκότας χαλεπῶς διετέϑησαν. Θηραμένους δὲ καὶ Θρασυβούλου προαπεληλυϑότων
Note a pie di pagina
1 1 τῷ στόλῳ] παντὶ add. Dind.
2 2 πλεύσαντες FK
3 τῶν om. PA
4 10 λακεδαιμονίοις P² et Wess., Λακεδαιμόνιοι c
5 εἰσῆλϑον f
6 17 ῎Αρακον Wess., ῎Αρατον O