Textus Originalis

158 DIODOR. XIII 101. 102.

158 DIODOR. XIII 101. 102.

εἰς ᾿Αϑήνας, ὑπολαβόντες οἱ στρατηγοὶ τούτους εἶναι τοὺς διαβαλόντας πρὸς τὰ πλήϑη ... τῶν τελευτησάντων, ἀπέστειλαν κατ᾽ αὐτῶν ἐπιστολὰς πρὸς τὸν δῆμον, διασαφοῦντες ὅτι τούτοις ἐπέταξαν ἀνελέσϑαι τοὺς τελευτήσαντας: ὅπερ μάλιστ᾽ αὐτοῖς αἴτιον ἐγενήϑη τῶν κακῶν. δυνάμενοι γὰρ ἔχειν συναγωνιστὰς εἰς τὴν κρίσιν τοὺς περὶ Θηραμένην, ἄνδρας καὶ λόγῳ δυνατοὺς καὶ φίλους πολλοὺς ἔχοντας, καὶ τὸ μέγιστον, συμπαραγεγονότας τοῖς εἰς τὴν ναυμαχίαν πράγμασιν, ἐκ τῶν ἐναντίων ἔσχον ἀντιδίκους καὶ πικροὺς κατηγόρους. ἀναγνωσϑεισῶν γὰρ ἐν τῷ δήμῳ τῶν ἐπιστολῶν εὐϑὺς μὲν τοῖς περὶ Θηραμένην ὠργίζετο τὰ πλήϑη, τούτων δὲ ἀπολογησαμένων συνέβη τὴν ὀργὴν πάλιν μεταπεσεῖν εἰς τοὺς στρατηγούς. διόπερ ὁ δῆμος προέϑηκεν αὐτοῖς κρίσιν, καὶ Κόνωνα μὲν ἀπολύσας τῆς αἰτίας προσέταξε τούτῳ τὰς δυνάμεις παραδίδοσϑαι, τοὺς δ᾽ ἄλλους ἐψηφίσατο τὴν ταχίστην ἥκειν. ὧν ᾿Αριστογένης μὲν καὶ Πρωτόμαχος φοβηϑέντες τὴν ὀργὴν τοῦ πλήϑους ἔφυγον, Θράσυλλος δὲ καὶ Καλλιάδης, ἔτι δὲ Λυσίας καὶ Περικλῆς καὶ ᾿Αριστοκράτης μετὰ τῶν πλείστων νεῶν κατέπλευσαν εἰς τὰς ᾿Αϑήνας, ἐλπίζοντες τοὺς ἐν ταῖς ναυσὶ πολλοὺς ὄντας βοηϑοὺς ἕξειν ἐν τῇ κρίσει. ὡς δ᾽ εἰς τὴν ἐκκλησίαν τὰ πλήϑη συνῆλϑον, τῆς μὲν κατηγορίας καὶ τῶν πρὸς χάριν δημηγορούντων ἤκουον,

Note a pie di pagina

1 2 διαβαλόντας] αὐτοὺς add. M

2 πρὸς τὰ πλήϑη] πρὸς τοὺς συγγενεῖς, aut τῶν τελευτησάντων del. Wess.: ὡς ἀμελήσαντας add. Palmer., περὶ add. Wurm

3 4 τούτους] ἔταξαν A

4 5 ἑλέσϑαι P

5 9 εἰς] περὶ Hert.

6 21 Καλλιάδης] ᾿Ερασινίδης coni. Wess.; Διομέδων excidit