Textus Originalis

Ol. 93, 3 : 406 a. Chr. 159

Ol. 93, 3 : 406 a. Chr. 159

τοὺς δ᾽ ἀπολογουμένους συνϑορυβοῦντες οὐκ ἠνείχοντο τῶν λόγων. οὐκ ἐλάχιστα δ᾽ αὐτοὺς ἔβλαψαν οἱ συγγενεῖς τῶν τετελευτηκότων, παρελϑόντες μὲν εἰς τὴν ἐκκλησίαν ἐν πενϑίμοις, δεόμενοι δὲ τοῦ δήμου τιμωρήσασϑαι τοὺς περιεωρακότας ἀτάφους τοὺς ὑπὲρ τῆς πατρίδος προϑύμως τετελευτηκότας. τέλος δ᾽ οἵ τε τούτων φίλοι καὶ οἱ τοῖς περὶ Θηραμένην συναγωνιζόμενοι πολλοὶ καϑεστῶτες ἐνίσχυσαν, καὶ συνέβη καταδικασϑῆναι τοὺς στρατηγοὺς ϑανάτῳ καὶ δημεύσει τῶν οὐσιῶν. 102 Τούτων δὲ κυρωϑέντων, καὶ μελλόντων αὐτῶν ὑπὸ τῶν δημοσίων ἐπὶ τὸν ϑάνατον ἄγεσϑαι, Διομέδων εἷς τῶν στρατηγῶν παρῆλϑεν εἰς τὸ μέσον, ἀνὴρ καὶ τὰ περὶ τὸν πόλεμον ἔμπρακτος καὶ δικαιοσύνῃ τε καὶ ταῖς ἄλλαις ἀρεταῖς δοκῶν διαφέρειν. σιωπησάντων δὲ πάντων εἶπεν: ῎Ανδρες ᾿Αϑηναῖοι, τὰ μὲν περὶ ἡμῶν κυρωϑέντα συνενέγκαι τῇ πόλει: τὰς δὲ ὑπὲρ τῆς νίκης εὐχὰς ἐπειδήπερ ἡ τύχη κεκώλυκεν ἡμᾶς ἀποδοῦναι, καλῶς ἔχον ὑμᾶς φροντίσαι, καὶ τῷ Διὶ τῷ σωτῆρι καὶ ᾿Απόλλωνι καὶ ταῖς σεμναῖς ϑεαῖς ἀπόδοτε: τούτοις γὰρ εὐξάμενοι τοὺς πολεμίους κατεναυμαχήσαμεν. ὁ μὲν οὖν Διομέδων ταῦτα διαλεχϑεὶς ἐπὶ τὸν κυρωϑέντα ϑάνατον ἀπήγετο μετὰ τῶν ἄλλων στρατηγῶν, τοῖς ἀγαϑοῖς τῶν πολιτῶν πολὺν οἶκτον παραστήσας καὶ δάκρυα: τὸν γὰρ ἀδίκως τελευτᾶν μέλλοντα τοῦ μὲν καϑ᾽ αὑτὸν πάϑους μηδ᾽ ἡντινοῦν ποιεῖσϑαι μνείαν, ὑπὲρ

Note a pie di pagina

1 2 αὐτοῖς P

2 12 τὸν displicet Wess.

3 19 ἔχων P, ἔχει Reiske

4 φροντίσαι Hemsterhuis et Reiske, φρονῆσαι O