Textus Originalis
160 DIODOR. XIII 102—104.
δὲ τῆς ἀδικούσης πόλεως ἀξιοῦν τὰς εὐχὰς ἀπροδιδόναι τοῖς ϑεοῖς. ἐφαίνετ’ ἀνδρὸς εὐσεβοῦς ἔργον καὶ μεγαλοψύχου καὶ τῆς περὶ αὐτὸν τύχης ἀναξίου. τούτους μὲν οὖν οἱ ταχϑέντες ὑπὸ τῶν νόμων ἕνδεκα ἄρχοντες ἀπέκτειναν, οὐχ οἷον ἠδικηκότας τὶ τὴν πόλιν, ἀλλὰ ναυμαχίαν μεγίστην τῶν Ἕλλησι πρὸς Ἕλληνας γεγενημένων νενικηκότας καὶ ἐν ἄλλαις μάχαις λαμπρῶς ἠγωνισμένους, καὶ διὰ τὰς ἰδίας ἀρετὰς τρόπαια κατὰ τῶν πολεμίων ἑστακότας. οὕτως δ᾽ ὁ δῆμος τότε παρεφρόνησε, καὶ παροξυνϑεὶς ἀδίκως ὑπὸ τῶν δημαγωγῶν τὴν ὀργὴν ἀπέσκηψεν εἰς ἄνδρας οὐ τιμωρίας, ἀλλὰ πολλῶν ἐπαίνων καὶ στεφάνων ἀξίους. ταχὺ δὲ καὶ τοῖς πείσασι καὶ τοῖς πεισϑεῖσι μετεμέλησεν, οἷονεὶ νεμεσήσαντος τοῦ δαιμονίου· οἱ μὲν γὰρ ἐξαπατηϑέντες ἐπίχειρα τῆς ἀγνοίας ἔλαβον μετ᾽ οὐ πολὺν χρόνον καταπολεμηϑέντες οὐχ ὑφ᾽ ἑνὸς δεσπότου μόνον, ἀλλὰ τριάκοντα· ὁ δ’ ἐξαπατήσας καὶ τὴν γνώμην εἰπὼν Καλλίξενος εὐθὺ τοῦ πλήϑους μεταμεληϑέντος εἰς αἰτίαν ἦλθεν ὡς τὸν δῆμον ἐξηπατηκώς· οὐκ ἀξιωϑεὶς δ᾽ ἀπολογίας ἐδέθη. καὶ καταβληϑεὶς εἰς τὴν δημοσίαν φυλακὴν ἔλαϑε μετά τινῶν διορύξας τὸ δεσμωτήριον καὶ διαδρὰς πρὸς τοὺς πολεμίους εἰς Δεκέλειαν, ὅπως διαφυγὼν τὸν ϑάνατον μὴ μόνον Ἀϑήνησιν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι δακτυλοδεικτουμένην ἔχῃ τὴν πονηρίαν παρ᾽ ὅλον τὸν βίον.
Note a pie di pagina
1 6 τῶν] τοῖς P 11 ὑπὸ P1M, ὑπὲρ ac 18 δὲ καὶ] δὲ P 21 ἐδέθη καταβληϑεὶς PAL, κατακλεισϑεὶς c 23 δεκέλιαν P 26 δακτύλω δεικτουμένην P