Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 17

Ol. 91, 4 : 413 a. Chr. 17

ζον. κατὰ δὲ τὴν Πελοπόννησον οἱ Λακεδαιμόνιοι παροξυνϑέντες ὑπὸ ᾿Αλκιβιάδου τὰς σπονδὰς ἔλυσαν τὰς πρὸς ᾿Αϑηναίους, καὶ ὁ πόλεμος οὗτος διέμεινεν ἔτη δώδεκα. 9 Τοῦ δὲ ἔτους τούτου διελϑόντος Κλεόκριτος μὲν ἄρχων ᾿Αϑηναίων ἦν, ἐν ῾Ρώμῃ δ᾽ ἀντὶ τῶν ὑπάτων χιλιάρχοι τέτταρες ὑπῆρχον, Αὖλος Σεμπρώνιος καὶ Μάρκος Παπίριος, Κόιντος Φάβιος, Σπόριος Ναύτιος. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων ἐνέβαλον εἰς τὴν ᾿Αττικήν, ῎Αγιδός τε ἡγουμένου καὶ ᾿Αλκιβιάδου τοῦ ᾿Αϑηναίου. καταλαβόμενοι δὲ χωρίον ὀχυρὸν Δεκέλειαν φρούριον ἐποίησαν κατὰ τῆς ᾿Αττικῆς: διὸ καὶ συνέβη τὸν πόλεμον τοῦτον Δεκελεικὸν προσαγορευϑῆναι. ᾿Αϑηναῖοι δὲ περὶ μὲν τὴν Λακωνικὴν τριάκοντα τριήρεις ἀπέστειλαν καὶ Χαρικλέα στρατηγόν, εἰς δὲ τὴν Σικελίαν ἐψηφίσαντο πέμπειν ὀγδοήκοντα μὲν τριήρεις, ὁπλίτας δὲ πεντακισχιλίους. οἱ δὲ Συρακόσιοι κρίναντες ναυμαχεῖν, καὶ πληρώσαντες ὀγδοήκοντα τριήρεις, ἐπέπλεον τοῖς πολεμίοις. τῶν δὲ ᾿Αϑηναίων ἑξήκοντα ναυσὶν ἀνταναχϑέντων, καὶ τῆς ναυμαχίας ἐνεργοῦ γενομένης ἤδη, πάντες οἱ ἀπὸ τῶν φρουρίων ᾿Αϑηναῖοι κατέβησαν ἐπὶ τὴν ϑάλατταν: οἱ μὲν γὰρ ϑεάσασϑαι τὴν μάχην ἐπεϑύμουν, οἱ δ᾽, εἴ τι πταίσειαν ἐν τῇ ναυμαχίᾳ, βοηϑήσειν τοῖς φεύγουσιν ἤλπιζον. οἱ δὲ τῶν Συρακοσίων στρατηγοὶ προϊδόμενοι τὸ γινόμενον

Note a pie di pagina

1 8 Παπείριος P, Παπύριος v

2 Κόιντος] Κόιντός τε f

3 9 Σπόριος PA, καὶ Σπόριος c

4 11 τε] δὲ P, om. cet.

5 12 δεκελίαν P

6 14 δεκελικὸν P

7 15 μὲν om. P