Textus Originalis
Ol. 93, 4 : 406 a. Chr. | 161
Τὰ μὲν οὖν κατὰ τοῦτον τὸν ἐνιαυτὸν πραχϑέντα σχεδὸν ταῦτ᾽ ἐστίν. τῶν δὲ συγγραφέων Φίλιστος τὴν πρώτην σύνταξιν τῶν Σικελικῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστρεφεν, εἰς τὴν Ἀκράγαντος ἅλωσιν, ἐν βύβλοις ἑπτὰ διελϑὼν χρόνον ἐτῶν πλείω τῶν ὀκτακοσίων, τῆς δὲ δευτέρας συντάξεως τὴν μὲν ἀρχὴν ἀπὸ τῆς τῆς προτέρας τελευτῆς πεποίηται, γέγραφε δὲ βύβλους τέσσαρας. περὶ δὲ τὸν αὐτὸν χρόνον ἐτελεύτησε Σοφοκλῆς ὁ Σοφίλου, ποιητὴς τραγῳδιῶν, ἔτη βιώσας ἐνενήκοντα, νίκας δ᾽ ἔχων ὀκτωκαίδεκα. φασὶ δὲ τὸν ἄνδρα τοῦτον τὴν ἐσχάτην τραγῳδίαν εἰσαγαγόντα καὶ νικήσαντα χαρᾷ περιπεσεῖν ἀνυπερβλήτῳ, δι᾽ ἣν καὶ τελευτῆσαι. Ἀπολλόδωρος δ᾽ ὁ τὴν χρονικὴν σύνταξιν πραγματευσάμενός φησι καὶ τὸν Εὐριπίδην κατὰ τὸν αὐτὸν ἐνιαυτὸν τελευτῆσαι· τινὲς δὲ λέγουσι παρ᾽ Ἀρχελάῳ τῷ βασιλεῖ Μακεδόνων κατὰ τὴν χώραν ἐξελϑόντα κυσὶ περιπεσεῖν καὶ διασπασϑῆναι μικρῷ πρόσϑεν τούτων τῶν χρόνων. Τοῦ δ᾽ ἔτους τούτου διελθόντος Ἀϑήνησι μὲν ἦρχεν Ἀλεξίας, ἐν δὲ τῇ Ῥώμῃ ἀντὶ τῶν ὑπάτων τρεῖς χιλίαρχοι κατεστάϑησαν, Γάιος Ἰούλιος, Πούπλιος Κορνήλιος, Γάιος Σερουίλιος. τούτων δὲ τὴν ἀρχὴν παραλαβόντων Ἀϑηναῖοι μετὰ τὴν ἀναίρεσιν τῶν στρατηγῶν ἐπὶ τὴν ἡγεμονίαν ἔταξαν Φιλοκλέα, καὶ τὸ ναυτικὸν αὐτῷ παραδόντες ἐξέπεμψαν πρὸς Κόνωνα, προστάξαντες κοινῶς ἀφηγεῖσϑαι τῶν δυνάμεων. ὃς ἐπεὶ κατέπλευσε πρὸς
Note a pie di pagina
1 4 κατέστρεφεν O, corr. Dind. 5 πλείω] πλέον Dind. τῆς add. Eich. 9 ὁ Σοφίλου Meursius, Θεοφίλου o 10 ἔτη] ἔτι P1 ἐνενήκοντα! ς PL,£E£P! ἔχων] ἑλὼν Reiske 14 δ᾽ ὁ] δὲ ὁ J, δὲ ο 19 πρόσϑε!ἄ 22 Γάιος PA, καὶ Γάιος c