Textus Originalis

162 DIODOR. XIII 104. 105.

162 DIODOR. XIII 104. 105.

Κόνωνα εἰς Σάμον, τὰς ναῦς ἁπάσας ἐπλήρωσεν, οὔσας τρεῖς πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα. τούτων εἴκοσι μὲν ἔδοξεν αὐτοῦ καταλιπεῖν, ταῖς δ᾽ ἄλλαις ἁπάσαις ἀνήχϑησαν εἰς Ἑλλήσποντον, ἡγουμένου Κόνωνος καὶ Φιλοκλέους. Λύσανδρος δ᾽ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐκ Πελοποννήσου παρὰ τῶν ἐγγὺς συμμάχων τριάκοντα πέντε ναῦς ἀϑροίσας κατέπλευσεν εἰς Ἔφεσον. μετεπέμψατο δὲ καὶ τὸν ἐκ Χίου στόλον .... ἐξήρτυεν· ἀνέβη δὲ καὶ πρὸς Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱόν, καὶ χρήματα πολλὰ παρέλαβε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς. ὁ δὲ Κῦρος, μεταπεμπομένου τοῦ πατρὸς αὐτὸν εἰς Πέρσας, τῷ Λυσάνδρῳ τῶν ὑφ᾽ αὑτὸν πόλεων τὴν ἐπιστασίαν παρέδωκε καὶ τοὺς φόρους τούτῳ τελεῖν συνέταξεν. ὁ δὲ Λύσανδρος πάντων τῶν εἰς πόλεμον εὐπορήσας εἰς Ἔφεσον ἀνέστρεψεν. καθ' ὃν δὴ χρόνον ἐν τῇ Μιλήτῳ τινὲς ὀλιγαρχίας ὀρεγόμενοι κατέλυσαν τὸν δῆμον, συμπραξάντων αὐτοῖς Λακεδαιμονίων. καὶ τὸ μὲν πρῶτον Διονυσίων ὄντων ἐν ταῖς οἰκίαις τοὺς μάλιστα ἀντιπράττοντας συνήρπασαν καὶ περὶ τεσσαράκοντα ὄντας ἀπέσφαξαν, μετὰ δέ, τῆς ἀγορᾶς πληϑούσης, τριακοσίους ἐπιλέξαντες τοὺς εὐπορωτάτους ἀνεῖλον. οἱ δὲ χαριέστατοι τῶν τὰ τοῦ δήμου φρονούντων, ὄντες οὐκ ἐλάττους χιλίων, φοβηϑέντες τὴν περίστασιν ἔφυγον πρὸς Φαρνάβαζον τὸν σατράπην·

Note a pie di pagina

1 3 ἐπλήρωσεν οὔσας P, ἐπλήρωσε v 8 παρὰ] καὶ παρὰ Hert. 9 πέντε P, καὶ πέντε c 10 μεταπεμψάμενος K; μετεπέμψατο δ᾽ Ἐτεόνικον ἐκ Χίου conicio ex Xen. Hell. 1, 10, aut μετ. δὲ καὶ τὰς ἐκ Χίου ex c. 70, 3 11 στόλον] στόλον καὶ M; καὶ στόλον ἑξήκοντα (v) νεῶν ἐξήρτυεν conicio 16 ἐπιστασίαν Dind., ἐπίστασιν O 18 τῶν] τὸν P 22 μάλιστα] μάλιστ᾽ ἂν Hert.