Textus Originalis
Ol. 93, 4 : 406 a. Chr. 163
οὗτος δὲ φιλοφρόνως αὐτοὺς δεξάμενος, καὶ στατῆρα χρυσοῦν ἑκάστῳ δωρησάμενος, κατῴκισεν εἰς Βλαῦδα, φρούριόν τι τῆς Λυδίας. Λύσανδρος δὲ μετὰ τῶν πλείστων νεῶν ἐπὶ Ἴασον τῆς Καρίας πλεύσας, κατὰ κράτος αὐτὴν εἷλεν Ἀϑηναίοις συμμαχοῦσαν, καὶ τοὺς μὲν ἡβῶντας ὀκτακοσίους ὄντας ἀπέσφαξε, παῖδας δὲ καὶ γυναῖκας λαφυροπωλήσας κατέσκαψε τὴν πόλιν. μετὰ δὲ ταῦτ᾽ ἐπὶ τὴν Ἀττικὴν καὶ πολλοὺς τόπους πλεύσας μέγα μὲν οὐδὲν οὐδ᾽ ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ταῦτα μὲν οὐκ ἀναγράφειν ἐσπουδάσαμεν· τὸ δὲ τελευταιον Λάμψακον ἑλὼν τὴν μὲν Ἀϑηναίων φρουρὰν ἀφῆκεν ὑπόσπονδον, τὰς δὲ κτήσεις ἁρπάσας τοῖς Λαμψακηνοῖς ἀπέδωκε τὴν πόλιν. Οἱ δὲ τῶν Ἀϑηναίων στρατηγοὶ πυϑόμενοι τοὺς Λακεδαιμονίους πάσῃ τῇ δυνάμει πολιορκεῖν Λάμψακον, συνήγαγόν τε πανταχόϑεν τριήρεις καὶ κατὰ σπουδὴν ἀνήχϑησαν ἐπ᾽ αὐτοὺς ναυσὶν ἑκατὸν ὀγδοήκοντα. εὑρόντες δὲ τὴν πόλιν ἡλωκυῖαν, τότε μὲν ἐν Αἰγὸς ποταμοῖς καϑώρμισαν τὰς ναῦς, μετὰ δὲ ταῦτ᾽ ἐπιπλέοντες τοῖς πολεμίοις καϑ' ἡμέραν εἰς ναυμαχίαν προεκαλοῦντο. οὐκ ἀνταναγομένων δὲ τῶν Πελοποννησίων, οἱ μὲν Ἀϑηναῖοι διηπόρουν ὅ,τι χρήσωνται τοῖς πράγμασιν, οὐ δυνάμενοι τὸν πλείω χρόνον ἐκεῖ διατρέφειν τὰς δυνάμεις.
Note a pie di pagina
1 0 δεξάμενος P (c. 4, 3), προσδεξάμενος v 1 Βλαῦδα Wess. κλαῦδι O Μυδίας P, κλυδίας v 3 Ἴασον Palmer., Θάσσων P, Θάσον c (Κεδρείας Xen. Hell. II 1, 15) 13 Ἀττικὴν] Αἰολικὴν Madvig (at Plut. Lys. 9) καὶ] κατὰ Reiske et Madvig πλεύσας τόπους O-P