Textus Originalis

164 DIODOR. XIII 105. 106.

164 DIODOR. XIII 105. 106.

Ἀλκιβιάδου δὲ πρὸς αὐτοὺς ἐλθόντος καὶ λέγοντος, ὅτι Μήδοκος καὶ Σεύϑης οἱ τῶν Θρᾳκῶν βασιλεῖς εἰσιν αὐτῷ φίλοι, καὶ δύναμιν πολλὴν ὡμολόγησαν δώσειν, ἐὰν βούληται διαπολεμεῖν τοῖς Λακεδαιμονίοις· διόπερ αὐτοὺς ἠξίου μεταδοῦναι τῆς ἡγεμονίας, ἐπαγγελλόμενος αὐτοῖς δυεῖν ϑάτερον, ἢ ναυμαχεῖν τοὺς πολεμίους ἀναγκάσειν ἢ πεζῇ μετὰ Θρᾳκῶν πρὸς αὐτοὺς διαγωνιεῖσθαι. ταῦτα δὲ ὁ Ἀλκιβιάδης ἔπραττεν ἐπιϑυμῶν δι᾽ ἑαυτοῦ τῇ πατρίδι μέγα τι κατεργάσασϑαι καὶ διὰ τῶν εὐεργεσιῶν τὸν δῆμον ἀποκαταστῆσαι εἰς τὴν ἀρχαίαν εὔνοιαν. οἱ δὲ τῶν Ἀϑηναίων στρατηγοί, νομίσαντες τῶν μὲν ἐλαττωμάτων ἑαυτοῖς τὴν μέμψιν ἀκολουϑήσειν, τὰ δ᾽ ἐπιτεύγματα προσάψειν ἅπαντας Ἀλκιβιάδῃ, ταχέως αὐτὸν ἐκέλευσαν ἀπιέναι καὶ μηκέτι προσεγγίζειν τῷ στρατοπέδῳ. Ἐπεὶ δ᾽ οἱ μὲν πολέμιοι ναυμαχεῖν οὐκ ἤϑελον, τὸ δὲ στρατόπεδον σιτοδεία κατεῖχε, Φιλοκλῆς ἐκείνην τὴν ἡμέραν ἀφηγούμενος τοῖς μὲν ἄλλοις τριηράρχοις προσέταξε πληρώσαντας τὰς τριήρεις ἀκολουϑεῖν, αὐτὸς δ᾽ ἑτοίμας ἔχων ναῦς τριάκοντα τάχιον ἐξέπλευσεν. ὁ δὲ Λύσανδρος παρά τινῶν αὐτομόλων ταῦτ᾽ ἀκούσας, μετὰ πασῶν τῶν νεῶν ἀναχϑεὶς καὶ τὸν Φιλοκλέα τρεψάμενος πρὸς τὰς ἄλλας ναῦς κατεδίωξεν.

Note a pie di pagina

1 2 χρήσονται O-PAL 3 διατρέφειν Wess., διατρίβειν o ταῖς δυνάμεσι Reiske 5 Μήδοκος Sallet Zeitschr. f. Numism. 56, 95 9 ἐπαγγελόμενος PL — 13 ὅτι om. PAL. 17 ἅπαντα o, corr. Wess. 21 δὲ Wurm, τε o 24 τριάκοντα] O P. 96 ἑνάτιον P