Textus Originalis

Ol. 93, 4 : 406 a. Chr. 165

Ol. 93, 4 : 406 a. Chr. 165

οὔπω δὲ τῶν τριήρων τοῖς Ἀϑηναίοις πεπληρωμένων ϑόρυβος κατεῖχεν ἅπαντας διὰ τὴν ἀπροσδόκητον ἐπιφάνειαν τῶν πολεμίων. ὁ δὲ Λύσανδρος συνιδὼν τὴν τῶν ἐναντίων ταραχήν, Ἐτεόνικον μὲν μετὰ τῶν εἰωϑότων πεζῇ μάχεσϑαι ταχέως ἀπεβίβασεν· ὃ δὲ ὀξέως τῇ τοῦ καιροῦ ῥοπῇ χρησάμενος μέρος κατελάβετο τῆς παρεμβολῆς· αὐτὸς δ᾽ ὁ Λύσανδρος ἁπάσαις ταῖς τριήρεσιν ἐξηρτυμέναις ἐπιπλεύσας, καὶ σιδηρᾶς ἐπιβαλὼν χεῖρας, ἀπέσπα τὰς ὁρμούσας ἐπὶ τῇ γῇ ναῦς. Ἀϑηναῖοι δὲ τὸ παράδοξον ἐκπεπληγμένοι, καὶ μήτ᾽ ἀναχϑῆναι ταῖς ναυσὶν ἀναστροφὴν ἔχοντες μήτε πεζῇ διαγωνίζεσϑαι δυνάμενοι, βραχὺν ἀντισχόντες χρόνον ἐτράπησαν, εὐθὺ δ᾽ οἱ μὲν τὰς ναῦς, οἱ δὲ τὴν παρεμβολὴν ἐκλιπόντες ἔφυγον, ὅπου καθ᾽ ἕκαστος ἤλπιζε σωϑήσεσϑαι. τῶν μὲν οὖν τριήρων δέκα μόνον διεξέπεσον, ὧν μίαν ἔχων Κόνων ὁ στρατηγὸς τὴν μὲν εἰς Ἀϑήνας ἐπάνοδον ἀπέγνω φοβηϑεὶς τὴν ὀργὴν τοῦ δήμου, πρὸς Εὐαγόραν δὲ τὸν ἀφηγούμενον τῆς Κύπρου κατέφυγεν, ἔχων πρὸς αὐτὸν φιλίαν· τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι μὲν κατὰ γῆν φυγόντες εἰς Σηστὸν διεσώϑησαν. Λύσανδρος δὲ τὰς λοιπὰς ναῦς παραλαβὼν αἰχμαλώτους, καὶ ξωγρήσας Φιλοκλέα τὸν στρατηγόν, ἀπαγαγὼν εἰς Λάμψακον ἀπέσφαξεν. μετὰ δὲ ταῦτ᾽ εἰς Λακεδαίμονα τοὺς τὴν νίκην ἀπαγγελοῦντας ἀπέστειλεν ἐπὶ τῆς κρατίστης τριήρους, κοσμήσας τοῖς πολυτελεστάτοις τὴν ναῦν ὅπλοις καὶ λαφύροις.

Note a pie di pagina

1 11 ὁρμώσας ΑἹ, τῇ γῇ Reiske, τὴν γῆν O 14 πεζοὶ O-PAL 16 ἐκλειπόντες P 18 διεξέπεσαν P 24 τοὺς λοιποὺς ναυσὶ Wurm 24 Φιλοκλέα ζωγρήσας o-PA