Textus Originalis
166 DIODOR. XIII 106. 107.
ἐπὶ δὲ τοὺς εἰς Σηστὸν καταφυγόντας Ἀϑηναίους στρατεύσας τὴν μὲν πόλιν εἷλε, τοὺς δ᾽ Ἀϑηναίους ὑποσπόνδους ἀφῆκεν. εὐϑὺς δὲ τῇ δυνάμει πλεύσας ἐπὶ Σάμον αὐτὸς μὲν ταύτην ἐπολιόρκει, Γύλιππον δὲ τὸν εἰς Σικελίαν τοῖς Συρακοσίοις τῷ ναυτικῷ συμπολεμήσαντα ἀπέστειλεν εἰς Σπάρτην τά τε λάφυρα κομίζοντα καὶ μετὰ τούτων ἀργυρίου τάλαντα χίλια καὶ πεντακόσια. ὄντος δὲ τοῦ χρήματος ἐν σακίοις, καὶ ταῦτ᾽ ἔχοντος ἑκάστου σκυτάλην ἔχουσαν τὴν ἐπιγραφὴν τὸ πλῆϑος τοῦ χρήματος δηλοῦσαν, ταύτην ἀγνοήσας ὁ Γύλιππος τὰ μὲν σακία παρέλυσεν, ἐξελόμενος δὲ τάλαντα τριακόσια, καὶ διὰ τῆς ἐπιγραφῆς γνωσϑεὶς ὑπὸ τῶν ἐφόρων, ἔφυγε καὶ κατεδικάσϑη ϑανάτῳ. παραπλησίως δὲ καὶ τὸν πατέρα τοῦ Γυλίππου Κλέαρχον συνέβη φυγεῖν ἐν τοῖς ἔμπροσϑεν χρόνοις, ὅτι δόξας παρὰ Περικλέους λαβεῖν χρήματα περὶ τοῦ τὴν εἰσβολὴν εἰς τὴν Ἀττικὴν μὴ ποιήσασϑαι κατεδικάσϑη ϑανάτῳ, καὶ φυγὼν ἐν Θουρίοις τῆς Ἰταλίας διέτριβεν. οὗτοι μὲν οὖν, ἄνδρες ἱκανοὶ τἄλλα δόξαντες εἶναι, ταῦτα πράξαντες τὸν ἄλλον βίον αὐτῶν κατήσχυναν.
Note a pie di pagina
1 7 τὸν ἐν Σικελίᾳ v. l. συμπολεμήσαντα ἀπέστειλε τῷ ναυτικῷ εἰς Σπ. Stern 11 ὄντων δὲ τῶν χρημάτων M σακκίοις c 11 ταῦτ᾽] τούτων Reiske ἔχοντες P 12 ἔχουσαν τὴν ἐπιγραφὴν del. Cobet (τὴν del. Schenkl, ἥτις εἶχεν ἐπιγραφὴν τὴν Reiske, ἔχουσαν del. et τῇ ἐπιγραφῇ Madvig 13 τῶν χρημάτων v δηλοῦσα P ταύτην] τοῦτ᾽ Reiske 14 σακκία c 16 τριάκοντα Plut. Nic. 28 18 Κλέαρχον] Κλέανδρον Ephor. fr. 118, Κλεανδρίδαν Thuc. VI 93, 2 19 ὅτι δόξας om. P 21 ϑανάτω κατεδικάσϑη O-PAL θούροις PHK, ϑύροις F