Textus Originalis

Ol. 93, 4 : 406 a. Chr. 167

Ol. 93, 4 : 406 a. Chr. 167

Ἀϑηναῖοι δὲ τὴν τῶν δυνάμεων φϑορὰν ἀκούσαντες τοῦ μὲν ἀντέχεσθαι τῆς ϑαλάττης ἀπέστησαν, περὶ δὲ τὴν τῶν τειχῶν κατασκευὴν ἐγίνοντο καὶ τοὺς λιμένας ἀπεχώννυον, ἐλπίζοντες, ὅπερ ἦν εἰκός, εἰς πολιορκίαν καταστήσεσθαι. εὐθὺ γὰρ οἱ μὲν τῶν Λακεδαιμονίων βασιλεῖς Ἆγις καὶ Παυσανίας μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἀττικὴν πρὸς τοῖς τείχεσιν ἐστρατοπέδευον, Λύσανδρος δὲ πλέον ἢ διακοσίαις τριήρεσιν εἰς τὸν Πειραιέα κατέπλευσεν. οἱ δ᾽ Ἀϑηναῖοι τηλικούτοις περιεχόμενοι κακοῖς ὅμως ἀντεῖχον, καὶ ῥᾳδίως τὴν πόλιν παρεφύλαττον ἐπί τινα χρόνον. τοῖς δὲ Πελοποννησίοις ἔδοξεν, ἐπείπερ δυσχερὴς ἦν ἡ πολιορκία, τὰς μὲν δυνάμεις ἀπαγαγεῖν ἐκ τῆς Ἀττικῆς, ταῖς δὲ ναυσὶ μακρὰν ἐφεδρεύειν, ὅπως αὐτοῖς μὴ παρακομισϑῇ σῖτος. οὗ συντελεσϑέντος, οἱ μὲν Ἀϑηναῖοι εἰς δεινὴν σπάνιν ἐνέπεσον ἁπάντων μέν, μάλιστα δὲ τροφῆς διὰ τὸ ταύτην ἀεὶ κατὰ ϑάλατταν αὐτοῖς κομίζεσθαι. ἐπιτείνοντος δὲ τοῦ δεινοῦ καϑ’ ἡμέραν, ἡ μὲν πόλις ἔγεμε νεκρῶν, οἱ δὲ λοιποὶ διαπρεσβευσάμενοι πρὸς Λακεδαιμονίους συνέϑεντο τὴν εἰρήνην, ὥστε τὰ μακρὰ σκέλη καὶ τὰ τείχη τοῦ Πειραιέως περιελεῖν, καὶ μακρὰς ναῦς μὴ πλεῖον ἔχειν δέκα, τῶν δὲ πόλεων πασῶν ἐκχωρῆσαι καὶ Λακεδαιμονίοις ἡγεμόσι χρῆσϑαι. ὁ μὲν οὖν Πελοποννησιακὸς πόλεμος, μακρότατος γενόμενος ὧν ἴσμεν, τοιοῦτον ἔσχε τὸ τέλος, ἔτη διαμείνας ἑπτὰ πρὸς τοῖς εἴκοσι.

Note a pie di pagina

1 2 αὐτῶν JL, αὐτὸν P, αὑτῶν c 6 ἐπεχώννυον o, corr. Reiske (Xen. Hell. II 2, 4) 19 ἐκεῖνοι P