Textus Originalis
18 DIODOR. XIII 9. 10.
ἀπεστάλκεισαν τοὺς κατὰ τὴν πόλιν ἐπὶ τὰ τῶν ᾿Αϑηναίων ὀχυρώματα, χρημάτων καὶ ναυτικῶν σκευῶν, ἔτι δὲ τῆς ἄλλης παρασκευῆς ὑπάρχοντα πλήρη: ἃ δὴ καταλαμβάνοντες οἱ Συρακόσιοι παντελῶς ὑπ᾽ ὀλίγων τηρούμενα... καὶ τῶν ἀπὸ τῆς ϑαλάττης προσβοηϑούντων πολλοὺς ἀπέκτειναν. κραυγῆς δὲ πολλῆς γενομένης περὶ τὰ φρούρια καὶ τὴν παρεμβολήν, οἱ ναυμαχοῦντες ᾿Αϑηναῖοι καταπλαγέντες ἐτράπησαν καὶ πρὸς τὸ λειπόμενον τῶν φρουρίων ἔφυγον. τῶν δὲ Συρακοσίων ἀτάκτως διωκόντων οἱ ᾿Αϑηναῖοι πρὸς τὴν γῆν καταφεύγειν οὐ δυνάμενοι διὰ τὸ τοὺς Συρακοσίους δυεῖν φρουρίων κυριεύειν, ἠναγκάσϑησαν ἐξ ὑποστροφῆς πάλιν ναυμαχῆσαι. τῶν δὲ Συρακοσίων λελυκότων τὰς τάξεις καὶ κατὰ τὸν διωγμὸν διερριμμένων, ἀϑρόαις ταῖς ναυσὶν ἐπιπλεύσαντες ἕνδεκα μὲν κατέδυσαν, τὰς δὲ λοιπὰς ἕως τῆς Νήσου κατεδίωξαν. διαλυϑείσης δὲ τῆς μάχης ἑκάτεροι τρόπαιον ἔστησαν, οἱ μὲν ᾿Αϑηναῖοι τῆς ναυμαχίας, οἱ δὲ Συρακόσιοι τῶν ἐπὶ τῆς γῆς κατωρϑωμένων. 10 Τῆς δὲ ναυμαχίας τοιοῦτο τέλος λαβούσης, οἱ μὲν ᾿Αϑηναῖοι πυνϑανόμενοι τὸν μετὰ Δημοσϑένους στόλον ἐν ὀλίγαις ἡμέραις ἥξειν, ἔκριναν μηκέτι διακινδυνεύειν, ἕως ἂν ἡ δύναμις ἐκείνη παραγένηται: οἱ δὲ Συρακόσιοι τοὐναντίον βουλόμενοι πρὶν ἐλϑεῖν τὴν μετὰ Δημοσϑένους στρατιὰν περὶ τῶν ὅλων διακριϑῆναι, καϑ᾽ ἡμέραν ἐπιπλέοντες
Note a pie di pagina
1 4 καταλαμβάνοντες PAJL, καταλαβόντες c
2 5 τηρούμενα] διήρπασαν add. Dind.
3 16 διερριμένων Reiske, ἐρριμένων O (cf. 13, 4)
4 27 εἰσπλέοντες O, corr. Wess.