Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 19

Ol. 91, 4 : 413 a. Chr. 19

ταῖς τῶν ᾿Αϑηναίων ναυσὶν ἐξήπτοντο τῆς μάχης. συμβουλεύσαντος δ᾽ αὐτοῖς ᾿Αρίστωνος τοῦ Κορινϑίου κυβερνήτου τὰς πρῴρας τῶν νεῶν ποιῆσαι βραχυτέρας καὶ ταπεινοτέρας, πεισϑέντες οἱ Συρακόσιοι πολλὰ διὰ ταύτην τὴν αἰτίαν ἐν τοῖς μετὰ ταῦτα κινδύνοις ἐπλεονέκτησαν. αἱ μὲν γὰρ ᾿Αττικαὶ τριήρεις ἦσαν ἀσϑενεστέρας ἔχουσαι τὰς πρῴρας καὶ μετεώρους: διὸ συνέβαινεν αὐτῶν τὰς ἐμβολὰς τιτρώσκειν τοὺς ὑπερέχοντας τῆς ϑαλάττης τόπους, ὥστε τοὺς πολεμίους μὴ μεγάλοις ἐλαττώμασι περιπίπτειν: αἱ δὲ τῶν Συρακοσίων τὸν περὶ τὴν πρῴραν τόπον ἰσχυρὸν ἔχουσαι καὶ ταπεινόν, κατὰ τὰς τῶν ἐμβολῶν δόσεις μιᾷ πολλάκις πληγῇ κατέδυον τὰς τῶν ᾿Αϑηναίων τριήρεις. ἐπὶ μὲν οὖν συχνὰς ἡμέρας οἱ Συρακόσιοι τῇ παρεμβολῇ τῶν πολεμίων καὶ κατὰ γῆν καὶ κατὰ ϑάλατταν προσβάλλοντες οὐδὲν ἤνυον, τῶν ᾿Αϑηναίων ἀγόντων ἡσυχίαν: ἐπειδὴ δέ τινες τῶν τριηράρχων οὐκέτι δυνάμενοι καρτερεῖν τὴν τῶν Συρακοσίων καταφρόνησιν ἀντανήχϑησαν τοῖς πολεμίοις ἐν τῷ μεγάλῳ λιμένι, [καὶ] συνέστη πασῶν τῶν τριήρων ναυμαχία. οἱ μὲν οὖν ᾿Αϑηναῖοι ταχυναυτούσας ἔχοντες τριήρεις, καὶ ταῖς κατὰ ϑάλατταν ἐμπειρίαις, ἔτι δὲ ταῖς τῶν κυβερνητῶν τέχναις προτεροῦντες, ἄπρακτον εἶχον τὴν ἐν τούτοις ὑπεροχήν, τῆς ναυμαχίας ἐν στενῷ τόπῳ γινομένης: οἱ δὲ

Note a pie di pagina

1 9 τοὺς] μόνον τοὺς Reiske

2 17 ἀγόντων ἡσυχίαν PAFJL, ἡσυχίαν ἀγόντων c

3 18 ἐπειδὴ cf. c. 66, 6. 99, 6] ἔπειτα Steph. (cf. Thuc. VII 40, 4)

4 21 καὶ del. Wess.

5 22 οὖν del. Dind.

6 24 δὲ PA, δὲ καὶ c

7 25 ἐν τούτοις] ἐν τούτοις P

8 26 ἐν στενῷ τόπῳ τῆς O-PAL