Textus Originalis
20 DIODOR. XIII 10—12.
Συρακόσιοι συμπλεκόμενοι καὶ τοῖς πολεμίοις οὐδεμίαν διδόντες ἀναστροφήν, τούς τε ἐπὶ τῶν καταστρωμάτων ἠκόντιζον καὶ λιϑοβολοῦντες λιπεῖν ἠνάγκαζον τὰς πρῴρας, ἁπλῶς δὲ πολλαῖς τῶν ἐμπιπτουσῶν νεῶν ἐμβολὰς διδόντες καὶ εἰς τὰς τῶν ἐναντίων ναῦς εἰσαλλόμενοι πεζομαχίαν ἐν ταῖς ναυσὶ συνίσταντο. ϑλιβόμενοι δὲ πανταχόϑεν οἱ ᾿Αϑηναῖοι πρὸς φυγὴν ὥρμησαν: οἱ δὲ Συρακόσιοι διώξαντες ἑπτὰ μὲν τριήρεις κατέδυσαν, πολλὰς δὲ ἀχρήστους ἐποίησαν. 11 Τῶν δὲ Συρακοσίων ἐπηρμένων ταῖς ἐλπίσι διὰ τὸ καὶ κατὰ γῆν καὶ κατὰ ϑάλατταν τοὺς πολεμίους νενικηκέναι, παρῆν Εὐρυμέδων καὶ Δημοσϑένης, καταπεπλευκότες μὲν ἐξ ᾿Αϑηνῶν μετὰ δυνάμεως πολλῆς, ἐν δὲ τῷ παράπλῳ παρὰ Θουρίων καὶ Μεσσαπίων προσειληφότες συμμαχίαν. ἦγον δὲ τριήρεις πλείους τῶν ὀγδοήκοντα, στρατιωτῶν δὲ χωρὶς τῶν ἐν τοῖς πληρώμασι πεντακισχιλίους: ὅπλα δὲ καὶ χρήματα, πρὸς δὲ τούτοις τὰ πρὸς πολιορκίαν ὄργανα καὶ τὴν ἄλλην παρασκευὴν ἐν στρογγύλοις πλοίοις ἐκόμιζον. δι᾽ ἣν αἰτίαν οἱ Συρακόσιοι πάλιν ἐταπεινοῦντο ταῖς ἐλπίσι, νομίζοντες μηκέτι ῥᾳδίως ἐξισωϑῆναι τοῖς πολεμίοις δυνήσεσϑαι. Δημοσϑένης δὲ πείσας τοὺς συνάρχοντας ἐπιϑέσϑαι ταῖς ᾿Επιπολαῖς --- ἄλλως γὰρ οὐ δυνατὸν ἦν ἀποτειχίσαι τὴν πόλιν ---, ἀναλαβὼν μυρίους μὲν ὁπλίτας, ἄλλους δὲ τοσούτους ψιλούς, νυχτὸς ἐπέϑετο τοῖς
Note a pie di pagina
1 1 καὶ τοῖς π.] τοῖς π. καὶ Dind.
2 5 ἐμβολαῖς PAHFK
3 14 ᾿Αϑηναίων PF
4 17 ὀγδοήκοντα (= π) Stroth, ν: P, τριακοσίων HL, τριακοσίων δέκα c
5 19 δὲ καὶ PFJ, τε καὶ c