Textus Originalis
194 DIODOR. XIV 8. 9.
φυλακῆς ἕνεκα τῶν κατὰ Σικελίαν τόπων· Φίλιστος δ᾽ ὁ μετὰ ταῦτα τὰς ἱστορίας συνταξάμενος, ἀντειπὼν τῷ Πολυξένῳ, προσήκειν ἔφησεν [δεῖν] οὐκ ἐφ᾽ ἵππου ϑέοντος ἐκπηδᾶν ἐκ τῆς τυραννίδος, ἀλλὰ τοῦ σκέλους ἑλκόμενον ἐκπίπτειν. ᾧ προσσχὼν ὁ Διονύσιος ἔκρινε πᾶν ὑπομεῖναι πρότερον ἢ τὴν δυναστείαν ἐκλιπεῖν ἑκουσίως. διόπερ ἀποστείλας πρέσβεις πρὸς τοὺς ἀφεστηκότας, τούτους μὲν παρεκάλει δοῦναι τὴν ἐξουσίαν αὐτῷ μετὰ τῶν ἰδίων ἀπελθεῖν ἐκ τῆς πόλεως, πρὸς δὲ τοὺς Καμπανοὺς λάϑρᾳ διαπεμψάμενος ὡμολόγησεν αὐτοῖς δώσειν χρήματα ὅσα ἂν αἰτήσωσιν εἰς τὴν πολιορκίαν. Τούτων δὲ πραχϑέντων οἱ μὲν Συρακόσιοι τὴν ἐξουσίαν δόντες τῷ τυράννῳ μετὰ πέντε νεῶν ἀποπλεῖν, ῥᾳϑυμότεροι καϑειστήκεσαν, καὶ τοὺς μὲν ἱππεῖς ἀπέλυσαν οὐδὲν χρησίμους ὄντας πρὸς τὴν πολιορκίαν, τῶν δὲ πεζῶν οἱ πλεῖστοι κατὰ τὴν χώραν ἐξήεσαν, ὡς ἤδη καταλελυμένης τῆς τυραννίδος. οἱ δὲ Καμπανοὶ ταῖς ἐπαγγελίαις μετεωρισϑέντες τὸ μὲν πρῶτον ἐπ᾽ Ἄγυριν παρεγενήϑησαν· ἐκεῖ δὲ τὴν ἀποσκευὴν Ἀγύρει παραϑέμενοι
Note a pie di pagina
1 2 τὰς om. AL 3 ἔφησε Steph., ἔφησοι o δεῖν delevi 4 ϑέοντος Rhod. (cf. Plut. Dion. 58 εἰπόντα μὴ δεῖν ἐκ τυραννίδος φεύγειν Διονύσιον ἵππῳ ταχεῖ χρώμενον, ἀλλὰ τοῦ σκέλους ἑλκόμενον), ϑέλοντος o, ϑέλοντα aut ἐθελόντως Reiske (= ἑκουσίως v. 7 et κατὰ προαίρεσιν XX 78, 3) 5 ἐκπίπτειν P (et XX 78, 3), προσπίπτειν v, προπίπτειν Dind. 12 ἂν] ἐὰν PFK εἰς] ἐὰν λύσωσι Wurm πολιορκίαν] ἐπικουρίαν fort. 15 ῥαθυμότερον o, corr. Steph. 16 ἱππεῖς add. Reiske ἀπέλυσαν] εἰς add. P, ὡς fort. πρὸς τὴν πολιορκίαν (om. A?) οὐδὲν v.l. ὄντας v 18 ἐπεξήεσαν L, ἀντεξήεσαν c, corr. Reiske 21 Ἀγύρι v, Ἀγύρει Steph.