Textus Originalis
Ol. 94, 1 : 404 a. Chr. 195
τῷ δυναστεύοντι τῆς πόλεως ἐξώρμησαν ἐπὶ Συρακούσας εὔζωνοι, τὸν ἀριϑμὸν ὄντες ἱππεῖς χίλιοι διακόσιοι. ταχὺ δὲ διανύσαντες τὴν ὁδὸν ἀπροσδοκήτως ἐπεφάνησαν τοῖς Συρακοσίοις, καὶ πολλοὺς αὐτῶν ἀνελόντες εἰσεβιάσαντο πρὸς τὸν Διονύσιον. κατέπλευσαν δὲ καὶ τριακόσιοι μισθοφόροι τῷ τυράννῳ κατὰ τὸν αὐτὸν καιρόν, ὥστε αὐτὸν ἀνακῦψαι ταῖς ἐλπίσιν. οἱ δὲ Συρακόσιοι πάλιν τῆς δυναστείας ἰσχυροποιουμένης ἐστασίασαν πρὸς ἀλλήλους, τῶν μὲν ἀποφαινομένων μένειν καὶ πολιορκεῖν, τῶν δὲ λύειν τὸ στρατόπεδον καὶ τὴν πόλιν ἐκλιπεῖν. ἃ δὴ συνιδὼν ὁ Διονύσιος ἐξήγαγεν ἐπ᾽ αὐτοὺς τὴν δύναμιν, καὶ τεταραγμένοις ἐπιπεσὼν ῥᾳδίως ἐτρέψατο περὶ τὴν Νέαν πόλιν καλουμένην. ἀνῃρέϑησαν μὲν οὖν οὐ πολλοί· παριππεύων γὰρ ὁ Διονύσιος ἐκώλυσε φονεύειν τοὺς φεύγοντας· οἱ δὲ Συρακόσιοι παραχρῆμα μὲν κατὰ τὴν χώραν ἐσκεδάσθησαν, μετ᾽ ὀλίγον δὲ πρὸς τοὺς ἱππεῖς εἰς Αἴτνην ἠϑροίσϑησαν ὑπὲρ τοὺς ἑπτακισχιλίους. Διονύσιος δὲ τοὺς πεσόντας τῶν Συρακοσίων ϑάψας ἀπέστειλε πρέσβεις εἰς Αἴτνην, ἀξιῶν τοὺς φυγάδας διαλύεσθαι καὶ τὴν πατρίδα κατοικεῖν, διδοὺς πίστιν μὴ μνησικακήσειν αὐτοῖς. τινὲς μὲν οὖν τέκνα καὶ γυναῖκας ἀπολελοιπότες ἠναγκάσϑησαν πεισϑῆναι τοῖς παρακαλουμένοις· οἱ δὲ λοιποί, προφερομένων τῶν πρεσβευτῶν τὴν τοῦ Διονυσίου περὶ τὴν ταφὴν τῶν πεσόντων εὐεργεσίαν, ἔφασαν αὐτὸν ἄξιον εἶναι τυχεῖν τῆς ὁμοίας χάριτος, καὶ τοῖς
Note a pie di pagina
1 6 εἰσ᾿βιβάσαντο o, corr. Steph. 12 ἐκλείπειν fort. 18 εἰς Αἴτνην om. v