Textus Originalis

196 DIODOR. XIV 9—11.

196 DIODOR. XIV 9—11.

ϑεοῖς ηὔχοντο τὴν ταχίστην αὐτὸν ἐπιδεῖν ταύτης τυγχάνοντα. οὗτοι μὲν οὖν οὐδενὶ τρόπῳ βουληϑέντες πιστεῦσαι τῷ τυράννῳ κατέμειναν ἐν Αἴτνῃ, καιρὸν ἐπιτηροῦντες κατ᾽ αὐτοῦ· Διονύσιος δὲ τοῖς μὲν κατελϑοῦσι φυγάσι φιλανθρώπως ἐχρήσατο, βουλόμενος καὶ τοὺς ἄλλους προτρέψασθαι κατελϑεῖν εἰς τὴν πατρίδα, τοὺς δὲ Καμπανοὺς ταῖς καϑηκούσαις δωρεαῖς τιμήσας ἐξαπέστειλεν ἐκ τῆς πόλεως, ὑφορώμενος αὐτῶν τὴν ἀβεβαιότητα. οἳ πορευϑέντες εἰς Ἔντελλαν, καὶ πείσαντες τοὺς ἐν τῇ πόλει λαβεῖν ἑαυτοὺς συνοίκους, νυκτὸς ἐπιϑέμενοι τοὺς μὲν ἡβῶντας ἀπέσφαξαν, τὰς δὲ γυναῖκας τῶν παρασπονδηϑέντων γήμαντες κατέσχον τὴν πόλιν. Κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμόνιοι καταλελυκότες τὸν Πελοποννησιακὸν πόλεμον ὁμολογουμένην ἔσχον τὴν ἡγεμονίαν καὶ τὴν κατὰ γῆν καὶ τὴν κατὰ ϑάλατταν. καταστήσαντες δὲ ναύαρχον Λύσανδρον, τούτῳ προσέταξαν ἐπιπορεύεσϑαι τὰς πόλεις, ἐν ἑκάστῃ τοὺς παρ᾽ αὐτοῖς καλουμένους ἁρμοστὰς ἐγκαϑιστάντα· ταῖς γὰρ δημοκρατίαις προσκόπτοντες οἱ Λακεδαιμόνιοι δι’ ὀλιγαρχίας ἐβούλοντο τὰς πόλεις διοικεῖσθαι. ἔταξαν δὲ καὶ φόρους τοῖς καταπολεμηϑεῖσι, καὶ τὸν πρὸ τοῦ χρόνον οὐ χρώμενοι νομίσματι, τότε συνήϑροιζον ἐκ τοῦ φόρου κατ᾽ ἐνιαυτὸν πλείω τῶν χιλίων ταλάντων. ἐπεὶ δὲ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα

Note a pie di pagina

1 8 δωρεαῖς] τιμαῖς καὶ δωρεαῖς cod. Peiresc. 10 Ἤτελλαν A et Peiresc., ἤτελλαν F