Textus Originalis
Ol. 94, 1 : 404 a. Chr. 197
κατὰ τὴν ἰδίαν ἀξίαν διῴκησαν, ἀπέστειλαν Ἄριστον ἄνδρα τῶν ἐπιφανῶν εἰς Συρακούσας, τῷ μὲν λόγῳ προσποιούμενοι καταλύειν τὴν δυναστείαν, τῇ δ᾽ ἀληϑείᾳ σπεύδοντες αὐξῆσαι τὴν τυραννίδα· ἤλπιζον γὰρ συγκατασκευάσαντες τὴν ἀρχὴν ὑπήκοον ἕξειν τὸν Διονύσιον διὰ τὰς εὐεργεσίας. ὁ δ᾽ Ἄριστος καταπλεύσας εἰς Συρακούσας καὶ τῷ τυράννῳ λάϑρᾳ περὶ τούτων διαλεχϑείς, τούς τε Συρακοσίους ἀνασείων καὶ τὴν ἐλευϑερίαν ἀποκαταστήσειν ἐπαγγειλάμενος, Νικοτέλην μὲν τὸν Κορίνϑιον ἀνεῖλεν ἀφηγούμενον τῶν Συρακοσίων, τοὺς δὲ πιστεύσαντας προδοὺς τὸν μὲν τύραννον ἰσχυρὸν κατέστησε, διὰ δὲ τῆς πράξεως ταύτης ἀσχημονεῖν ἐποίησεν αὑτὸν ἅμα καὶ τὴν πατρίδα. Διονύσιος δὲ τοὺς Συρακοσίους ἐπὶ τὸν ϑερισμὸν ἀποστείλας ἐπῆλϑε τὰς οἰκίας, καὶ τὰ μὲν ὅπλα πάντων ἀφείλετο, μετὰ δὲ ταῦϑ᾽ ἕτερον τεῖχος ᾠκοδόμει περὶ τὴν ἀκρόπολιν, καὶ ναῦς τε κατεσκευάζετο, συνῆγε δὲ καὶ μισϑοφόρων πλῆϑος, καὶ τὰ λοιπὰ παρεσκευάζετο πρὸς τὴν ἀσφάλειαν τῆς τυραννίδος, ὡς ἂν ἔργοις ἤδη πεῖραν εἰληφὼς ὅτι πᾶν ὑπομένουσιν οἱ Συρακόσιοι χάριν τοῦ μὴ δουλεύειν. Τούτων δὲ πραττομένων Φαρνάβαζος ὁ Δαρείου τοῦ βασιλέως σατράπης Ἀλκιβιάδην τὸν Ἀϑηναῖον συλλαβὼν ἀνεῖλε, χαρίσασϑαι βουλόμενος Λακεδαιμονίοις. τοῦ δ᾽ Ἐφόρου δι’ ἄλλας αἰτίας ἐπιβουλευϑῆναι γεγραφότος, οὐκ ἄχρηστον εἶναι νομίζω παραϑεῖναι τὴν παραδοϑεῖσαν ὑπὸ τοῦ συγγραφέως
Note a pie di pagina
1 1 ἀξίαν] ἀξίωσιν Reiske Ἄριστον] Ἀρέτην c. 70, 3 16 πάντων] παν αυτῶν P1 21 ὑπομενοῦσιν J 22 εἰ] οὐ P