Textus Originalis

198 DIODOR. XIV 11. 12.

198 DIODOR. XIV 11. 12.

ἐπιβουλὴν κατ᾽ Ἀλκιβιάδου. φησὶ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην βίβλον Κῦρον μὲν καὶ Λακεδαιμονίους λάϑρᾳ παρασκευάζεσϑαι ἅμα πολεμεῖν πρὸς Ἀρταξέρξην τὸν ἀδελφόν, Ἀλκιβιάδην δὲ διά τινων αἰσϑόμενον τὴν Κύρου προαίρεσιν ἐλϑεῖν πρὸς Φαρνάβαζον καὶ περὶ τούτων ἐξηγήσασϑαι κατὰ μέρος, ἀξιῶσαι δὲ αὐτὸν δοῦναι ἀναβάσεως ὁδὸν πρὸς Ἀρταξέρξην· βούλεσϑαι γὰρ ἐμφανίσαι πρῶτον τὴν ἐπιβουλὴν τῷ βασιλεῖ. τὸν δὲ Φαρνάβαζον ἀκούσαντα τῶν λόγων, σφετερίσασϑαι τὴν ἀπαγγελίαν καὶ πέμψαι πιστοὺς ἄνδρας ὑπὲρ τούτων τῷ βασιλεῖ δηλώσοντας. οὐ διδόντος δὲ τοῦ Φαρναβάζου τοὺς παραπέμψοντας εἰς τὰ βασίλεια, φησὶ τὸν μὲν Ἀλκιβιάδην ὁρμῆσαι πρὸς τὸν σατράπην τῆς Παφλαγονίας, ὅπως δι’ ἐκείνου ποιήσαιτο τὴν ἀνάβασιν· τὸν δὲ Φαρνάβαζον φοβηϑέντα μὴ περὶ τούτων ἀκούσῃ τὴν ἀλήϑειαν ὁ βασιλεύς, ἐπαποστεῖλαι τοὺς ἀνελοῦντας κατὰ τὴν ὁδὸν τὸν Ἀλκιβιάδην. τοὺς δὲ καταλαβόντας αὐτὸν τῆς Φρυγίας ἔν τινι κώμῃ κατεσκηνωκότα νυκτὸς περιϑεῖναι ξύλων πλῆϑος· ἀναφϑέντος οὖν πολλοῦ πυρὸς τὸν Ἀλκιβιάδην ἐπιχειρῆσαι μὲν ἀμύνεσϑαι, κρατηϑέντα δὲ ὑπὸ τοῦ πυρὸς καὶ τῶν εἰς αὐτὸν ἀκοντιζόντων τελευτῆσαι. Περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ Δημόκριτος ὁ φιλό-

Note a pie di pagina

1 1 κατ’ PA, κατὰ τοῦ c — 5 πρὸς PA, πρὸς τὸν c 6 κατὰ] τὰ κατὰ Dind. 7 ὁδὸν] ὁδηγὸν aut ἐφόδιον aut ἐξουσίαν Reiske 8 βουλεύεσϑαι o-PJK 10 τὸν λόγον P (c. 26, 6) ἐπαγγελίαν PAF 18 ἀνελοῦντας P1, ἀνελόντας c 19 αὐτὸν P2 om. c 20 ἔν τινι κώμῃ τῆς Φρυγίας o-PAL νυκτὶ P2