Textus Originalis
Ol. 94, 2 : 403 a. Chr. 199
σοφος ἐτελεύτησε βιώσας ἔτη ἐνενήκοντα. Λασϑένην δὲ τὸν Θηβαῖον τὸν νενικηκότα ταύτην τὴν ὀλυμπιάδα λέγεται πρὸς ἵππον ἀϑλητὴν δραμόντα νικῆσαι, τὸν δὲ δρόμον ἀπὸ τῆς Κορωνείας μέχρι τῆς Θηβαίων πόλεως γενέσϑαι. Κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίων φρουρούντων Ἔρρουκαν πόλιν Οὐόλσκων ἐπελθόντες οἱ πολέμιοι τῆς τε πόλεως ἐκράτησαν καὶ τῶν φρουρῶν τοὺς πλείστους ἀνεῖλαν. Τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀϑήνησι μὲν ἦν ἄρχων Εὐκλείδης, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο χιλίαρχοι τέσσαρες, Πόπλιος Κορνήλιος, Νουμέριος Φάβιος, Λούκιος Οὐαλέριος. τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Βυζάντιοι πρὸς μὲν ἀλλήλους στασιάζοντες, πρὸς δὲ τοὺς παροικοῦντας Θρᾶκας πόλεμον ἔχοντες, κακῶς ἀπήλλαττον· οὐ δυνάμενοι δὲ λύσιν πορίσασϑαι τῆς πρὸς ἀλλήλους φιλονεικίας, στρατηγὸν ᾐτήσαντο παρὰ Λακεδαιμονίων. ἐξέπεμψαν οὖν οἱ Σπαρτιᾶται Κλέαρχον καταστήσοντα τὰ κατὰ τὴν πόλιν· οὗτος δὲ πιστευϑεὶς περὶ τῶν ὅλων καὶ μισϑοφόρους πολλοὺς ἀϑροίσας, οὐκέτι προστάτης ἦν, ἀλλὰ τύραννος. καὶ τὸ μὲν πρῶτον τοὺς ἄρχοντας αὐτῶν ἐπί τινι ϑυσίᾳ καλέσας ἀνεῖλε, μετὰ δὲ ταῦτα ἀναρχίας οὔσης ἐν τῇ πόλει, τριάκοντα μὲν τοὺς ὀνομαζομένους Βυζαντίους συνήρ-
Note a pie di pagina
1 2 δὲ P, τε c 3 διαδραμόντα Hert. 7 Ἔρρουκαν] cf. c. 98, 5 Οὐόλσκων P, Οὐάλκων F 13 Κορνήλιος] Cn. Cornelius add. J. Weber 14 Οὐαλέριος] καὶ Τερέντιος Μάξιμος add. o-PA 26 Βυζαντίους] Βοιωτοὺς o, βοηϑοὺς vel τοὺς ὀνομαστοτάτους Βυζαντίων Reiske, βου-