Textus Originalis
200 DIODOR. XIV 12. 13.
πασε καὶ περιϑεὶς κάλων ἀπεστραγγάλισε· πάντων δὲ τῶν διαφϑαρέντων τὰς οὐσίας σφετερισάμενος ἐπελέγετο καὶ τῶν ἄλλων τοὺς εὐπόρους. καὶ ψευδεῖς αἰτίας ἐπιρρίπτων οὓς μὲν ἀπέκτεινεν, οὓς δ᾽ ἐφυγάδευσε. πολλῶν δὲ χρημάτων κυριεύσας καὶ μισϑοφόρων ἀϑροίσας πλῆϑος τὰ κατὰ τὴν δυναστείαν ἠσφαλίσατο. διαβοηϑείσης δὲ τῆς κατὰ τὸν τύραννον ὠμότητός τε καὶ δυνάμεως, Λακεδαιμόνιοι τὸ μὲν πρῶτον ἀπέστειλαν πρὸς αὐτὸν πρέσβεις τοὺς πείσοντας ἀποϑέσϑαι τὴν δυναστείαν· οὐ προσέχοντος δὲ τοῖς ἀξιουμένοις ἔπεμψαν δύναμιν ἐπ᾽ αὐτὸν καὶ στρατηγὸν Πανϑοίδαν. οὗ τὴν ἔφοδον αἰσϑόμενος ὁ Κλέαρχος εἰς Σηλυμβρίαν μετήγαγε τὴν δύναμιν, κύριος ὢν καὶ ταύτης τῆς πόλεως· πολλὰ γὰρ εἰς τοὺς Βυζαντίους ἡμαρτηκὼς ὑπελάμβανεν οὐ μόνον τοὺς Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς ἐν τῇ πόλει πολεμίους ἕξειν. διόπερ ἐκ Σηλυμβρίας κρίνας ἀσφαλέστερον διαπολεμήσειν, τά τε χρήματα καὶ τὴν δύναμιν μετέστησεν. ὡς δ᾽ ἐπύϑετο τοὺς Λακεδαιμονίους ἐγγὺς ὄντας, ἀπήντησεν αὐτοῖς, καὶ περὶ τὸν καλούμενον Πόρον συνῆψε μάχην τοῖς περὶ τὸν Πανϑοίδαν. γενομένου δ᾽ ἐπὶ πολὺν χρόνον τοῦ κινδύνου, καὶ λαμπρῶς ἀγωνισαμένων τῶν Λακεδαιμονίων, οἱ τοῦ τυράννου διεφϑάρησαν. ὁ δὲ Κλέαρχος τὸ μὲν πρῶτον μετ᾽ ὀλίγων συγκλεισϑεὶς εἰς Σηλυμβρίαν ἐπολιορκεῖτο· μετὰ δὲ ταῦτα φοβηϑεὶς διέδρα νυκτὸς καὶ διέπλευσεν εἰς τὴν Ἰωνίαν· ἐκεῖ δ᾽ εἰς συν-
Note a pie di pagina
1 λευτὰς Wess. πρώτους Wurm 3 καὶ om. c; ψευδεῖς δ᾽ Eich. 4 ἐπιρριπτῶν Dind. 13 Σηλυβρίαν f (et infra)