Textus Originalis

ARGUMENTUM. 3

ARGUMENTUM. 3

Ὡς ᾿Αϑηναῖοι τὸν τῶν Λακεδαιμονίων ναύαρχον καταναυμαχήσαντες Κύζικον ἐξεπολιόρκησαν. Ὡς Λακεδαιμονίων ἐξ Εὐβοίας πεντήκοντα ναῦς ἀποστειλάντων ἐπὶ βοήϑειαν τοῖς ἡττημένοις, ἅπασαι περὶ τὸν ῎Αϑω μετὰ τῶν ἀνδρῶν διεφϑάρησαν ὑπὸ τοῦ χειμῶνος. ᾿Αλκιβιάδου κάϑοδος καὶ στρατηγία. Πόλεμος Αἰγεσταίοις καὶ Σελινουντίοις περὶ τῆς ἀμφισβητουμένης χώρας. Ναυμαχία ᾿Αϑηναίων καὶ Λακεδαιμονίων περὶ τὸ Σίγειον καὶ νίκη ᾿Αϑηναίων. Ὡς Λακεδαιμόνιοι τὸν Εὔριπον χώσαντες τὴν Εὔβοιαν ἤπειρον ἐποίησαν. Περὶ τῆς ἐν Κορκύρᾳ γενομένης στάσεως καὶ σφαγῆς. Ὡς ᾿Αλκιβιάδης καὶ Θηραμένης ἐνίκησαν Λακεδαιμονίους ἅμα πεζῇ καὶ κατὰ ϑάλατταν ἐπιφανέστατα. Ὡς Καρχηδόνιοι μεγάλας δυνάμεις διαβιβάσαντες ἐν Σικελίᾳ Σελινοῦντα καὶ ῾Ιμέραν κατὰ κράτος εἷλον. Ὡς εἰς τὸν Πειραιέα καταπλεύσας μετὰ πολλῶν λαφύρων μεγάλης ἔτυχεν ἀποδοχῆς ᾿Αλκιβιάδης. Ὡς ῎Αγις ὁ βασιλεὺς μεγάλῃ δυνάμει τὰς ᾿Αϑήνας πολιορκεῖν ἐπιβαλόμενος ἐξέπεσεν. ᾿Αλκιβιάδου φυγή, καὶ κτίσις Θέρμων ἐν Σικελίᾳ. Ναυμαχία Συρακοσίων πρὸς Καρχηδονίους καὶ νίκη Συρακοσίων. Περὶ τῆς ἐν ᾿Ακράγαντι εὐδαιμονίας καὶ τῶν ἐν αὐτῇ κατασκευασμάτων. Ὡς Καρχηδόνιοι τριάκοντα μυριάσι στρατεύσαντες εἰς Σικελίαν ἐπολιόρκησαν ᾿Ακράγαντα. Ὡς Συρακόσιοι παραλαβόντες τοὺς συμμάχους μυρίοις στρατιώταις ἐβοήϑουν τοῖς ᾿Ακραγαντίνοις.

Note a pie di pagina

1 1 ὡς P, καὶ ὡς AL

2 9 σίγιον P

3 11 Λακεδαιμόνιοι] Βοιωτοὶ c. 41, 8

4 χώσαντες om. L

5 15 ἐπιφανεστάτοις P

6 16 Καρχηδόνιοι] ᾿Αϑηναῖοι P

7 26 κατασκευασμένων PQ

8 27 τριάκοντα] cf. c. 80, 5

9 29 μυρίοις] cf. c. 86, 5