Textus Originalis
Ol. 91, 4 : 413 a. Chr. 21
Συρακοσίοις. ἀπροσδοκήτου δὲ γενομένης τῆς ἐφόδου φρουρίων τέ τινων ἐκράτησαν καὶ παρεισπεσόντες ἐντὸς τοῦ τειχίσματος τῆς ᾿Επιπολῆς μέρος τε τοῦ τείχους κατέβαλον. τῶν δὲ Συρακοσίων πανταχόϑεν συνδραμόντων ἐπὶ τὸν τόπον, ἔτι δὲ ῾Ερμοκράτους μετὰ τῶν ἐπιλέκτων ἐπιβοηϑήσαντος, ἐξεώσϑησαν οἱ ᾿Αϑηναῖοι καὶ νυχτὸς οὔσης διὰ τὴν ἀπειρίαν τῶν τόπων ἄλλοι κατ᾽ ἄλλους τόπους ἐσκεδάσϑησαν. οἱ δὲ Συρακόσιοι μετὰ τῶν συμμάχων καταδιώξαντες, δισχιλίους μὲν καὶ πεντακοσίους τῶν πολεμίων ἀποκτείναντες, οὐκ ὀλίγους δὲ τραυματίας ποιήσαντες, πολλῶν ὅπλων ἐκυρίευσαν. μετὰ δὲ τὴν μάχην Συρακόσιοι μὲν Σικανὸν ἕνα τῶν στρατηγῶν μετὰ δώδεκα τριήρων ἀπέστειλαν εἰς τὰς ἄλλας πόλεις, τήν τε νίκην ἀπαγγελοῦντα τοῖς συμμάχοις καὶ βοηϑεῖν ἀξιοῦντα. ᾿Αϑηναῖοι δέ, τῶν πραγμάτων αὐτοῖς ἐπὶ τὸ χεῖρον ἐκβάντων καὶ διὰ τὸ τὸν περικείμενον τόπον ὑπάρχειν ἑλώδη λοιμικῆς καταστάσεως εἰς τὸ στρατόπεδον ἐμπεσούσης, ἐβουλεύοντο, πῶς δεῖ χρῆσϑαι τοῖς πράγμασιν. Δημοσϑένης μὲν οὖν ᾤετο δεῖν ἀποπλεῖν τὴν ταχίστην εἰς ᾿Αϑήνας φάσκων αἱρετώτερον εἶναι πρὸς Λακεδαιμονίους ὑπὲρ τῆς πατρίδος κινδυνεύειν ἢ καϑημένους εἰς Σικελίαν μηδὲν τῶν χρησίμων ἐπιτελεῖν: ὁ δὲ Νικίας οὐκ ἔφη δεῖν αἰσχρῶς οὕτως ἐγκαταλιπεῖν τὴν πολιορκίαν, καὶ τριήρων καὶ στρατιωτῶν, ἔτι δὲ χρημάτων εὐποροῦντας: πρὸς δὲ τούτοις, ἐὰν ἄνευ τῆς τοῦ δήμου γνώμης εἰρήνην ποιησά-
Note a pie di pagina
1 6 βοηϑήσαντος A
2 14 δώδεκα] πεντεκαίδεκα Thuc. VII 46
3 17 ἐπὶ τὸ χ. αὐτοῖς O-PA
4 24 ἐν Σικελίᾳ Rhod.