Textus Originalis

Ol. 94, 2 : 403 a. Chr. 201

Ol. 94, 2 : 403 a. Chr. 201

ήθειαν ἐλθὼν Κύρῳ τῷ τοῦ βασιλέως ἀδελφῷ συνέδριον ἀφηγήσατο. ὁ γὰρ Κῦρος, ἄρχων ἀποδεδειγμένος τῶν ἐπὶ ϑαλάττῃ σατραπειῶν καὶ φρονήματος πλήρης ὤν, διενοεῖτο στρατεύειν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην. ὁρῶν οὖν τὸν Κλέαρχον τόλμαν ἔχοντα καὶ ϑράσος πρόχειρον, ἔδωκεν αὐτῷ χρήματα καὶ προσέταξεν ὡς πλείστους ξενολογεῖν, νομίζων εὔϑετον ἕξειν συναγωνιστὴν τοῖς ὑπ᾽ αὐτοῦ τολμωμένοις. Λύσανδρος δὲ ὁ Σπαρτιάτης ἐπειδὴ πάσας τὰς ὑπὸ Λακεδαιμονίους πόλεις διῴκησε κατὰ τὴν τῶν ἐφόρων γνώμην, ἐν αἷς μὲν δεκαδαρχίας, ἐν αἷς δ᾽ ὀλιγαρχίας καταστήσας, περίβλεπτος ἦν ἐν τῇ Σπάρτῃ. καταλύσας γὰρ τὸν Πελοποννησιακὸν πόλεμον τῇ πατρίδι περιτεϑεικὼς ἦν τὴν ἡγεμονίαν ὁμολογουμένην καὶ τὴν κατὰ γῆν καὶ τὴν κατὰ ϑάλατταν. διόπερ ἐπὶ τούτοις πεφρονηματισμένος διενοεῖτο καταλῦσαι τὴν τῶν Ἡρακλειδῶν βασιλείαν καὶ κοινὴν ἐκ πάντων Σπαρτιατῶν ποιῆσαι τὴν αἵρεσιν τῶν βασιλέων· ἤλπιζε γὰρ εἰς ἑαυτὸν τάχιστα τὴν ἀρχὴν ἥξειν διὰ τὸ μεγίστας καὶ καλλίστας πράξεις κατειργάσϑαι. ϑεωρῶν δὲ τοὺς Λακεδαιμονίους μάλιστα τοῖς μαντείοις προσέχοντας, ἐπεχείρησε τὴν ἐν Δελφοῖς προφῆτιν διαφϑεῖραι χρήμασιν· ἐνόμιζε γάρ, εἰ χρησμὸν λάβοι σύμμαχον ταῖς ἰδίαις ἐπιβολαῖς, ῥᾳδίως ἄξειν ἐπὶ τέλος τὴν προαίρεσιν. ἐπεὶ δὲ παμπληϑῆ [χρόνον] χρήματα τοῖς περὶ τὸ μαντεῖον διατρίβουσιν ὑπισχνούμενος

Note a pie di pagina

1 3 ϑαλάττῃ] ϑαλάττης o (sed c del in P) cf. c. 35, 2 σατραπιῶν P, σατραπῶν v 4 ὢν s. l. add. P1, om. v 16 ὡμολογουμένην PA (c. 10, 1) 25 ἄξειν Dind., ἥξειν o 26 χρόνον del. Reiske