Textus Originalis
202 DIODOR. XIV 13. 14.
οὐκ ἔπειϑε, ταῖς ἐν Δωδώνῃ περὶ τὸ μαντεῖον οὔσαις ἱερείαις προσήνεγκε λόγους περὶ τῶν αὐτῶν διά τινος Φερεκράτους, Ἀπολλωνιάτου μὲν τὸ γένος, ἔχοντος δὲ συνήϑειαν πρὸς τοὺς περὶ τὸ ἱερὸν διατρίβοντας. οὐδὲν δὲ πρᾶξαι δυνάμενος ἐξεδήμησεν εἰς Κυρήνην, πρόφασιν μὲν ὡς εὐχὰς ἀποδιδοὺς Ἄμμωνι, τῇ δ᾽ ἀληϑείᾳ διαφϑεῖραι βουλόμενος τὸ μαντεῖον· ἐκόμισε δὲ καὶ χρημάτων πλῆϑος, δι᾽ ὧν ἤλπιζε τοὺς περὶ τὸ ἱερὸν διατρίβοντας πεῖσαι. καὶ γὰρ ὁ βασιλεὺς τῶν περὶ ἐκείνους τοὺς τόπους Λίβυς ξένος ἦν αὐτῷ πατρικός, καὶ τὸν ἀδελφὸν τοῦ Λυσάνδρου συνέβαινεν ὀνομάζεσϑαι Λίβυν ἀπὸ τῆς πρὸς ἐκεῖνον φιλίας. διὰ δὴ τούτου καὶ τῶν κομιζομένων χρημάτων ἐλπίσας πείσειν, οὐ μόνον ἀπέτυχε τῆς ἐπιβολῆς, ἀλλὰ καὶ συνεξέπεμψαν οἱ τοῦ μαντείου προεστῶτες πρέσβεις τοὺς κατηγορήσοντας τοῦ Λυσάνδρου περὶ τῆς τοῦ χρηστηρίου διαφϑορᾶς. ὁ δὲ Λύσανδρος παραγενηϑεὶς εἰς Λακεδαίμονα, κρίσεως αὐτῷ προτεϑείσης ἀπελογήσατο πιϑανῶς ὑπὲρ αὑτοῦ. Τότε μὲν οὖν οὐδὲν ᾔδεισαν οἱ Λακεδαιμόνιοι περὶ τῆς τοῦ Λυσάνδρου προαιρέσεως εἰς τὸ καταλῦσαι τοὺς ἀφ᾽ Ἡρακλέους βασιλεῖς· μετὰ δέ τινα χρόνον τελευτήσαντος αὐτοῦ, καί τινῶν χρηματισμῶν ζητουμένων κατὰ τὴν οἰκίαν, εὗρον λόγον γεγραμμένον πολυτελῶς, ὃν ἐπραγματεύσατο πρὸς τὰ πλήϑη, πείσων ἐξ ἁπάντων τῶν πολιτῶν αἱρετοὺς γίνεσϑαι βασιλεῖς.
Note a pie di pagina
1 1 ἔπεισε malim 3 Φερεκλέους Plut. Lys. 25. 9 πείσειν Dind. 25 πολυτελῶς] φιλοτίμως vel ἐπιμελῶς Bezzel (περὶ τῆς πολιτείας Plut. Lys. 30) 26 πείσων P1, πείϑων c