Textus Originalis

208 DIODOR. XIV 17. 18.

208 DIODOR. XIV 17. 18.

οὐ προσεχόντων δὲ τῶν Ἠλείων, ἀλλὰ καὶ προσεγκαλούντων ὅτι τοὺς Ἕλληνας καταδουλοῦνται, τὸν ἕτερον τῶν βασιλέων Παυσανίαν ἐπ’ αὐτοὺς ἀπέστειλαν μετὰ στρατιωτῶν τετρακισχιλίων. συνηκολούϑουν δ᾽ αὐτῷ πολλοὶ στρατιῶται καὶ παρὰ τῶν συμμάχων σχεδὸν ἁπάντων πλὴν Βοιωτῶν καὶ Κορινϑίων· οὗτοι δὲ δυσχεραίνοντες τοῖς ὑπὸ Λακεδαιμονίων πραττομένοις οὐ μετέσχον τῆς ἐπὶ τὴν Ἦλιν στρατείας. ὁ δ᾽ οὖν Παυσανίας κατ᾽ ἔφοδον τῆς Ἀρκαδίας ἐμβαλὼν εἰς τὴν Ἦλιν Λασίωνα μὲν τὸ φρούριον εὐθὺς εἷλεν ἐξ ἐφόδου, μετὰ δὲ ταῦτα διὰ τῆς Ἀκρωρείας ἀγαγὼν τὸ στρατόπεδον τέτταρας πόλεις προσηγάγετο, Θραῖστον, Ἄλιον, Ἐπιτάλιον, Ὀποῦντα. ἐκεῖϑεν δὲ τῇ Πύλῳ προσστρατοπεδεύσας εὐθὺς καὶ τοῦτο τὸ χωρίον παρέλαβεν, ἀπέχον τῆς Ἤλιδος σταδίους ὡς ἑβδομήκοντα. μετὰ δὲ ταῦτ᾽ ἐπ᾽ αὐτὴν πορευϑεὶς τὴν Ἦλιν ἐπὶ τῶν πέραν τοῦ ποταμοῦ λόφων κατεστρατοπέδευσεν. Ἠλεῖοι δὲ μικρὸν ἔμπροσϑεν ἦσαν παρ᾽ Αἰτωλῶν εἰληφότες συμμάχους ἐπιλέκτους ἄνδρας χιλίους, οἷς τὸν περὶ τὸ γυμνάσιον τόπον δεδώκεισαν φυλάττειν. τοῦ δὲ Παυσανίου τοῦτον τὸν τόπον πρῶτον ἐπιχειρήσαντος πολιορκεῖν καταπεφρονηκότως, ὡς οὐδέποτ᾽ ἂν τολμησάντων Ἠλείων ἐπεξελϑεῖν, ἐξαί-

Note a pie di pagina

1 3 ἐπὶ L, ὑπὸ c 9 στρατιᾶς P κατ᾽ ἔφοδον] κατὰ Τριφυλίαν aut Φολόην Reiske, κατὰ Ψωφίδα Madvig; Ἆγις ἐνέβαλε διὰ τῆς Ἀχαίας εἰς τὴν Ἠλείαν κατὰ Λάρισον Xen. Hell. III 2, 23; fort. κατ᾽ Ἀλφειὸν διὰ (Paus. III 8, 4) 13 Θραιστόν v Ἄλιον v, Ἀλείσιον Wess. Ἐπιτάλιον Wess., Εὐπάγιον o 14 ὀποῦντα P προσστρ. Eich., προστρ. O 21 ἐδεδώκεισαν O-PAK