Textus Originalis

Ol. 94, 3 : 402 a. Chr. 209

Ol. 94, 3 : 402 a. Chr. 209

φνης οἵ τε Αἰτωλοὶ καὶ πολλοὶ τῶν πολιτῶν ἐκχυϑέντες ἐκ τῆς πόλεως κατεπλήξαντο τοὺς Λακεδαιμονίους, καὶ σχεδὸν τριάκοντα αὐτῶν κατέβαλον. ὁ δὲ Παυσανίας τότε μὲν ἔλυσε τὴν πολιορχίαν, μετὰ δὲ ταῦϑ᾽ ὁρῶν ἐργώδη τὴν ἅλωσιν οὖσαν, ἐπῄει πορϑῶν καὶ φϑείρων τὴν χώραν ἱερὰν οὖσαν, καὶ παμπληϑεῖς ὠφελείας ἤϑροισεν. ἤδη δὲ τοῦ χειμῶνος συνεγγίζοντος κατὰ μὲν τὴν Ἠλείαν ἐτείχισε φρούρια, καὶ τὴν ἱκανὴν ἐν αὐτοῖς κατέλιπε δύναμιν, αὐτὸς δὲ μετὰ τῆς ὑπολοίπου στρατιᾶς ἐν Δύμῃ παρεχείμασεν. Κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Σικελῶν τύραννος, ἐπειδὴ τὰ κατὰ τὴν δυναστείαν αὐτῷ προεχώρει κατὰ γνώμην, διενοεῖτο μὲν πρὸς Καρχηδονίους ἐκφέρειν πόλεμον, οὔπω δὲ ταῖς παρασκευαῖς ἱκανὸς ὢν τὴν μὲν προαίρεσιν ταύτην ἔκρυπτε, πρὸς δὲ τοὺς μέλλοντας κινδύνους τὰ χρήσιμα διῴκει. εἰδὼς οὖν κατὰ τὸν Ἀττικὸν πόλεμον τὴν πόλιν ἐκ ϑαλάττης εἰς ϑάλατταν ἀποτετειχισμένην, εὐλαβεῖτο μήποτε παραπλησίοις ἐλαττώμασι περιπεσὼν ἀποκλεισϑῇ τῆς εἰς τὴν χώραν ἐξόδου· εὐφυῶς γὰρ ἑώρα κειμένας τὰς καλουμένας Ἐπιπολὰς κατὰ τῆς πόλεως τῶν Συρακοσίων. διόπερ τοὺς ἀρχιτέκτονας παραλαβών, ἀπὸ τῆς τούτων γνώμης ἔκρινε δεῖν τειχίσαι τὰς Ἐπιπολάς, ᾗ νῦν τὸ πρὸς τοῖς Ἑξαπύλοις ὑπάρχει τεῖχος. ὁ γὰρ τόπος οὗτος τετραμμένος ἐστὶ πρὸς ἄρκτον, ἀπόκρημνος

Note a pie di pagina

1 6 ἐπῄει — οὖσαν om. P 8 Ἠλείαν P, Ἦλιν o 12 Σικελῶν PAf, Σικελιωτῶν c (c. V, 1) 26 ἄρχει Schubring 27 ἀπόκρημνος v