Textus Originalis

210 DIODOR. XIV 18. 19.

210 DIODOR. XIV 18. 19.

δὲ πᾶς καὶ διὰ τὴν τραχύτητα δυσπρόσοδος ἐκ τῶν ἔξωϑεν μερῶν. βουλόμενος οὖν ταχεῖαν τὴν κατασκευὴν τῶν τειχῶν γίνεσϑαι, τὸν ἀπὸ τῆς χώρας ὄχλον ἤϑροισεν, ἐξ οὗ τοὺς εὐθέτους ἄνδρας [ἐλευθέρους] ἐπιλέξας εἰς ἑξακισμυρίους ἐπιδιεῖλε τούτοις τὸν τειχιζόμενον τόπον. καϑ᾽ ἕκαστον μὲν οὖν στάδιον ἀρχιτέκτονας ἐπέστησε, κατὰ δὲ πλέϑρον ἐπέταξεν οἰκοδόμους, καὶ τοὺς τούτοις ὑπηρετήσοντας ἐκ τῶν ἰδιωτῶν εἰς ἕκαστον πλέϑρον διακοσίους. χωρὶς δὲ τούτων ἕτεροι παμπληϑεῖς τὸν ἀριϑμὸν ἔτεμνον τὸν ἀνέργαστον λίϑον· ἑξακισχίλια δὲ ζεύγη βοῶν ἐπὶ τὸν οἰκεῖον τόπον παρεκόμιζεν. ἡ δὲ τῶν ἐργαζομένων πολυχειρία πολλὴν παρείχετο τοῖς ϑεωμένοις κατάπληξιν, ἁπάντων σπευδόντων τελέσαι τὸ τεταγμένον. ὁ γὰρ Διονύσιος τὴν προϑυμίαν τοῦ πλήϑους ἐκκαλούμενος μεγάλας προέϑηκε δωρεὰς τοῖς προτερήσασι, δίχα μὲν τοῖς ἀρχιτέκτοσι, χωρὶς δὲ τοῖς οἰκοδόμοις καὶ πάλιν τοῖς ἐργαζομένοις· καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων προσήδρευε τὰς ἡμέρας ὅλας τοῖς ἔργοις, ἐπὶ πάντα τόπον ἐπιφαινόμενος καὶ τοῖς κακοπαϑοῦσιν αἰεὶ προσλαμβάνων. καϑόλου δ᾽ ἀποϑέμενος τὸ τῆς ἀρχῆς βάρος ἰδιώτην αὑτὸν ἀπεδείκνυε, καὶ τοῖς βαρυτάτοις τῶν ἔργων προσιστάμενος ὑπέμενε τὴν αὐτὴν τοῖς ἄλλοις κακοπάϑειαν, ὥστε πολλὴ μὲν ἔρις ἐγένετο καὶ τοῖς τῆς ἡμέρας ἔργοις ἔνιοι προσ-

Note a pie di pagina

1 4 ἐλευθέρους om. f, ἐλευθερωθέντας Reiske

2 6 ἐπιτειχιζόμενον o-PAK

3 12 παρεκόμιζεν Dind., παρεσκεύαζεν o

4 13 παρέσχετο o-PA

5 17 προσέθηκε PA

6 23 αὐτὸν PA

7 24 προϊστάμενος o, corr. Dind.