Textus Originalis

22 DIODOR. XIII 12. 13.

22 DIODOR. XIII 12. 13.

μενοι πρὸς τοὺς Συρακοσίους ἀποπλεύσωσιν εἰς τὴν πατρίδα, κίνδυνον αὐτοῖς ἐπακολουϑήσειν ἀπὸ τῶν εἰωϑότων τοὺς στρατηγοὺς συκοφαντεῖν. τῶν δὲ εἰς τὸ συμβούλιον παρειλημμένων οἱ μὲν τῷ Δημοσϑένει συγκατέϑεντο περὶ τῆς ἀναγωγῆς, οἱ δὲ τῷ Νικίᾳ τὴν αὐτὴν γνώμην ἀπεφαίνοντο: διόπερ οὐδὲν σαφὲς ἐπικρίναντες ἐφ᾽ ἡσυχίας ἔμενον. τοῖς δὲ Συρακοσίοις παραγενομένης συμμαχίας παρά τε Σικελῶν καὶ Σελινουντίων, ἔτι δὲ Γελῴων, πρὸς δὲ τούτοις ῾Ιμεραίων καὶ Καμαριναίων, οἱ μὲν Συρακόσιοι μᾶλλον ἐϑάρρουν, οἱ δ᾽ ᾿Αϑηναῖοι περιδεεῖς ἐγίνοντο. τῆς δὲ νόσου μεγάλην ἐπίτασιν λαμβανούσης πολλοὶ τῶν στρατιωτῶν ἀπέϑνησκον, καὶ πάντες μετεμέλοντο διὰ τὸ μὴ πάλαι τὸν ἀπόπλουν πεποιῆσϑαι. διὸ καὶ τοῦ πλήϑους ϑορυβοῦντος, καὶ τῶν ἄλλων πάντων ἐπὶ τὰς ναῦς ὁρμώντων, ὁ Νικίας ἠναγκάσϑη συγχωρῆσαι περὶ τῆς εἰς οἶκον ἀναγωγῆς. ὁμογνωμόνων δὲ ὄντων τῶν στρατηγῶν, οἱ στρατιῶται τὰ σκεύη ἐνετίϑεντο καὶ τὰς τριήρεις πληρώσαντες ἦρον τὰς κεραίας: καὶ παρήγγειλαν οἱ στρατηγοὶ τοῖς πλήϑεσιν, ὅταν σημήνῃ, μηδένα τῶν κατὰ τὸ στρατόπεδον ὑστερεῖν, ὡς ἀπολειφϑησόμενον τὸν βραδύνοντα. μελλόντων δ᾽ αὐτῶν τῇ ὑστεραίᾳ πλεῖν, ἐξέλιπεν ἡ σελήνη τῆς ἐπιούσης νυκτός. διόπερ ὁ Νικίας, καὶ φύσει δεισιδαίμων ὑπάρχων καὶ διὰ τὴν ἐν τῷ στρατοπέδῳ νόσον εὐλαβῶς διακείμενος, συνεκάλεσε τοὺς μάντεις. τούτων δ᾽ ἀπο-

Note a pie di pagina

1 5 συγκατετίϑεντο malim

2 9 Σικελῶν Eich., Σικελιωτῶν O

3 12 ἐγένοντο O, corr. Dind.

4 24 ἐξέλειπεν PA