Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 211

Ol. 94, 4 : 401 a. Chr. 211

ετίθεσαν καὶ μέρη τῶν νυκτῶν· τοσαύτη σπουδὴ τοῖς πλήϑεσιν ἐνεπεπτώκει. διόπερ ἀνελπίστως ἐν ἡμέραις εἴκοσι τέλος ἔσχε τὸ τεῖχος. τὸ μὲν μῆκος κατασκευασϑὲν ἐπὶ σταδίους τριάκοντα, τὸ δὲ ὕψος σύμμετρον, ὥστε τῷ τοίχῳ τῆς ὀχυρότητος προσγενομένης ἀνάλωτον ἐκ βίας ὑπάρξαι· τοῖς γὰρ πύργοις διείληπτο πυκνοῖς καὶ ὑψηλοῖς, ἔκ τε λίϑων ὠκοδόμητο τετραπέδων φιλοτίμως συνειργασμένων. Τοῦ δ᾽ ἔτους τούτου διεληλυϑότος Ἀϑήνησι μὲν ἦν ἄρχων Ἐξαίνετος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν παρέλαβον χιλίαρχοι ἕξ, Πόπλιος Κορνήλιος, Καίσων Φάβιος, Σπόριος Ναύτιος, Γάιος Οὐαλέριος, Μάνιος Σέργιος. περὶ δὲ τούτους τοὺς χρόνους Κῦρος ὁ τῶν ἐπὶ ϑαλάττης σατραπειῶν ἡγούμενος διενοεῖτο μὲν πάλαι στρατεύειν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην· ἦν γὰρ ὁ νεανίσκος φρονήματος πλήρης καὶ προϑυμίαν ἔχων οὐκ ἄπρακτον εἰς τοὺς κατὰ πόλεμον ἀγῶνας. ἐπεὶ δ᾽ αὐτῷ μισϑοφόρων πλῆϑος ἱκανὸν συνῆκτο καὶ τὰ πρὸς τὴν στρατείαν εὐτρέπιστο, τοῖς μὲν πλήϑεσιν οὐκ ἐδήλου τἀληϑές, ἔφασκε δ᾽ εἰς Κιλικίαν ἀνάγειν τὴν δύναμιν ἐπὶ τοὺς ἀφεστηκότας τοῦ βασιλέως τυράννους. ἀπέστειλε δὲ καὶ πρὸς Λακεδαιμονίους

Note a pie di pagina

1 5 τοίχῳ] τείχει Rhod., πάχει Wurm

2 6 προσγενομένης Reiske, γενομένης o

3 8 ᾠκοδόμηντο o, corr. Eich. τετραπόδων o, corr. Dind. συνεργασμένων P, συνηρμοσμένων Reiske

4 9 διελθόντος o-PA

5 10 Ἐξαίνετος Diog. L. II 55; Lys. 17, 3

6 11 Κορνήλιος] Cn. Cornelius add. J. Weber

7 13 Σέργιος PAL, Σέργιος καὶ Ἰούνιος Λούκουλλος c

8 14 σατραπιῶν P (c. 12, 3)

9 21 ἀνάγειν P, ἄγειν v