Textus Originalis

212 DIODOR. XIV 19. 20.

212 DIODOR. XIV 19. 20.

πρεσβευτὰς τοὺς ἀνανεωσομένους τὰς κατὰ τὸν πρὸς Ἀϑηναίους πόλεμον εὐεργεσίας καὶ παρακαλέσοντας ἑαυτῷ συμμαχεῖν. οἱ δὲ Λακεδαιμόνιοι, νομίσαντες αὑτοῖς συνοίσειν τὸν πόλεμον, ἔγνωσαν τῷ Κύρῳ βοηϑεῖν, καὶ παραχρῆμα ἐξέπεμψαν πρεσβευτὰς πρὸς τὸν ἑαυτῶν ναύαρχον Σάμον ὀνομαζόμενον, ὅπως ὅ,τι ἂν κελεύῃ ὁ Κῦρος πράττῃ. ὁ δὲ Σάμος εἶχε μὲν τριήρεις εἴκοσι καὶ πέντε, μεϑ᾽ ὧν πλεύσας εἰς Ἔφεσον πρὸς τὸν Κύρου ναύαρχον ἕτοιμος ἦν αὐτῷ πάντα συμπράττειν. ἐξέπεμψαν δὲ καὶ πεζοὺς στρατιώτας ὀκτακοσίους, ἡγεμόνα Χειρίσοφον καταστήσαντες. ἀφηγεῖτο δὲ τοῦ βαρβαρικοῦ στόλου Ταμώς, ἔχων τριήρεις πεντήκοντα πολυτελῶς ἐξηρτυμένας· καὶ καταπλευσάντων τῶν Λακεδαιμονίων ἀνήχϑησαν οἱ στόλοι τὸν πλοῦν ὡς ἐπὶ Κιλικίας ποιούμενοι. Κῦρος δὲ τούς τε ἀπὸ τῆς Ἀσίας στρατολογηϑέντας καὶ μισϑοφόρους μυρίους τρισχιλίους ἀϑροίσας εἰς Σάρδεις, Λυδίας μὲν καὶ Φρυγίας κατέστησεν ἐπιμελητὰς Πέρσας ἑαυτοῦ συγγενεῖς, Ἰωνίας δὲ καὶ τῆς Αἰολίδος, ἔτι δὲ τῶν σύνεγγυς τόπων Ταμὼν, φίλον μὲν ὄντα πιστόν, τὸ δὲ γένος ὑπάρχοντα Μεμφίτην· αὐτὸς δὲ μετὰ τῆς δυνάμεως προῆγεν ὡς ἐπὶ τῆς Κιλικίας καὶ Πισιδίας, διαδιδοὺς λόγον ὅτι τινὲς τῶν ἐκεῖ κατοικούντων ἀφεστήκασιν. εἶχε δὲ τοὺς ἅπαντας ἀπὸ μὲν τῆς Ἀσίας ἑπτακισμυρίους, ὧν ἦσαν

Note a pie di pagina

1 4 αὐτοῖς PJL

2 6 Σάμιον Wess. ex Xen. Hell. III 1, 1

3 7 κελεύῃ PhA, κελεύει P2K, κελεύοι v

4 13 στόλου] παντὸς add. f Ταμώς P

5 14 ἐξηρτισμένας o, corr. Wess.

6 17 ἀπὸ] κατὰ P

7 18 μυρίους] εἰς μυρίους Reiske

8 21 Ταμῶ P