Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 213

Ol. 94, 4 : 401 a. Chr. 213

ἱππεῖς τρισχίλιοι, ἀπὸ δὲ Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος μισϑοφόρους μυρίους τρισχιλίους. ἡγεῖτο δὲ τῶν μὲν ἀπὸ Πελοποννήσου χωρὶς Ἀχαιῶν Κλέαρχος ὁ Λακεδαιμόνιος, τῶν δ᾽ ἀπὸ Βοιωτίας Πρόξενος Θηβαῖος, τῶν δ᾽ Ἀχαιῶν Σωκράτης Ἀχαιός, τῶν δ᾽ ἀπὸ Θεσσαλίας Μένων ὁ Λαρισαῖος. τῶν δὲ βαρβάρων τὰς μὲν κατὰ λεπτὸν ἡγεμονίας εἶχον Πέρσαι, τῶν δὲ συμπάντων αὐτὸς ἡγεῖτο Κῦρος, ὃς τοῖς μὲν ἡγεμόσιν ἐδεδηλώκει τὴν ἐπὶ τὸν ἀδελφὸν ἀνάβασιν, τὸ δὲ πλῆϑος ἔκρυπτεν, εὐλαβούμενος μήποτε διὰ τὸ μέγεϑος τῆς στρατείας ἐγκαταλίπῃ τὴν ἑαυτοῦ προαίρεσιν. διὸ καὶ κατὰ τὴν ὁδοιπορίαν προορώμενος τὸ μέλλον ἐξεϑεράπευσε τοὺς στρατιώτας, κοινὸν ἑαυτὸν παρεχόμενος καὶ δαψιλεῖς ἀγορὰς ἑτοιμάζων. Ἐπεὶ δὲ διῆλθε Λυδίαν καὶ Φρυγίαν, ἔτι δὲ Καππαδοκίας τὰ συνορίζοντα, παρεγενήϑη πρὸς τοὺς ὅρους τῆς Κιλικίας καὶ τὴν πρὸς ταῖς Κιλικίαις πύλαις εἰσβολήν· αὕτη δ᾽ ἐστὶ στενὴ καὶ παράκρημνος ἐπὶ σταδίους μὲν εἴκοσι παρατείνουσα, πλησίον δ᾽ αὐτῆς ἐστιν ἐξ ἀμφοτέρων καϑ᾽ ὑπερβολὴν ὄρη μεγάλα καὶ δυσπρόσιτα· ἀπὸ δὲ τῶν ὀρῶν ἐξ ἑκατέρου μέρους τείχη κατατείνει μέχρι τῆς ὁδοῦ, καϑ᾽ ἣν ἐνῳκοδόμηνται πύλαι. διεξαγαγὼν δὲ διὰ τούτων τὴν δύναμιν εἰσέβαλεν εἴς τι πεδίον τῶν κατὰ τὴν Ἀσίαν οὐδενὸς τῷ κάλλει λειπόμενον· δι’ οὗ

Note a pie di pagina

1 12 ἐγκαταλίπῃ] ἐκλίπη P

2 13 ἐξεθεράπευε Dind.

3 17 Καππαδοκίας Wurm, καὶ τὰ (s. l. κατὰ) τῆς Κιλικίας P, καὶ κατὰ τῆς Κιλικίας f, καὶ τὰ τῆς Κιλικίας c; τὰ τῇ Κιλικίᾳ Madvig

4 25 τι πεδίον Steph., τὸ πεδίον Palmer., τινέβιον o