Textus Originalis

214 DIODOR. XIV 20. 21.

214 DIODOR. XIV 20. 21.

πορευϑεὶς εἰς Ταρσόν, μεγίστην τῶν ἐν Κιλικίᾳ πόλεων, ταχέως αὐτῆς ἐγκρατὴς ἐγένετο. Συέννεσις δ᾽ ὁ τῆς Κιλικίας δυναστεύων ὡς ἤκουσε τὸ μέγεϑος τῆς τῶν πολεμίων δυνάμεως, εἰς ἀπορίαν πολλὴν ἐνέπιπτεν, οὐκ ὢν ἀξιόμαχος. μεταπεμπομένου δ᾽ αὐτὸν Κύρου καὶ τὰ πιστὰ δόντος ἐπορεύϑη πρὸς αὐτόν, καὶ τὴν ἀλήϑειαν τοῦ πολέμου πυϑόμενος ὡμολόγησε συμμαχήσειν ἐπὶ τὸν Ἀρταξέρξην, καὶ τὸν ἕνα τῶν υἱῶν τῷ Κύρῳ συνεξαπέστειλεν, αὐτῷ δοὺς τῶν Κιλίκων τοὺς ἱκανοὺς συστρατευσομένους· πανοῦργος γὰρ ὢν τὴν φύσιν καὶ πρὸς τὸ τῆς τύχης ἄδηλον ἀρτισάμενος, τὸν ἕτερον τῶν υἱῶν ἐξέπεμψε λάϑρᾳ πρὸς τὸν βασιλέα, δηλώσοντα καὶ τὰς δυνάμεις ἐπ᾽ ἐκεῖνον ἠϑροισμένας καὶ διότι τῆς μὲν συμμαχίας δι’ ἀνάγκην τῷ Κύρῳ μετέχει, τῇ δ᾽ εὐνοίᾳ πρὸς ἐκεῖνον ..., ἂν καιρὸς γένηται, καταλιπὼν ἐκεῖνον τῷ βασιλεῖ συστρατεύσεσϑαι. Κῦρος δ᾽ εἴκοσι μὲν ἡμέρας ἐν Ταρσῷ τὴν δύναμιν ἀνέλαβε· μετὰ δὲ ταῦτα ἀναζευγνύντος αὐτοῦ, τὸ πλῆϑος ὑπώπτευσε τὴν στρατείαν ἐπὶ τὸν Ἀρταξέρξην γίνεσϑαι. ἀναλογιζόμενος δὲ ἕκαστος τὰ μήκη τῶν ὁδῶν καὶ τὰ πλήϑη τῶν πολεμίων ἐθνῶν, δι’ ὧν ἀναγκαῖον ἦν τὴν πορείαν ποιεῖσθαι, τελέως ἠγωνία· διαβεβόητο γὰρ ἡ μὲν ἕως Βάκτρων ὁδὸς οὖσα στρατοπέδῳ τετραμήνου, δύναμις δ᾽ ἠϑροισμένη τῷ βασιλεῖ

Note a pie di pagina

1 9 δοὺς αὐτῷ o-PA

2 10 στρατευσομένους o, corr. Reiske

3 13 πρὸς τὸν f. Addo c o-PA

4 14 ἐπ' L, τὰς ἐπ' Reiske

5 15 ἐκεῖνον] ἀποκλίνων add. Dind., προσμένων Wurm, ῥέπει καὶ [vel ἂν] ὁρᾷ (cf. XIII 4, 3)

6 17 συστρατεύσεται Steph.

7 20 στρατιὰν P

8 23 διεβεβόητο P?