Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 215

Ol. 94, 4 : 401 a. Chr. 215

πλείω τῶν τετταράκοντα μυριάδων. διὸ δὴ περιδεεῖς ὄντες ἐκεῖνοι ἠγανάκτουν, καὶ τοὺς ἡγεμόνας δι᾽ ὀργῆς ἔχοντες ἐνεχείρησαν ἀναιρεῖν ὡς προδότας ἑαυτῶν ὄντας. τοῦ δὲ Κύρου δεομένου πάντων, καὶ διαβεβαιουμένου τὴν στρατιὰν ἀνάγειν οὐκ ἐπ᾽ Ἀρταξέρξην, ἀλλ’ ἐπί τινα σατράπην τῆς Συρίας, ἐπείσϑησαν οἱ στρατιῶται, καὶ λαβόντες πλείω μισϑὸν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς εὔνοιαν. Ὃ δὲ Κῦρος ἐπειδὴ διῆλθε τὴν Κιλικίαν, [καὶ] παρεγενήϑη πρὸς πόλιν Ἰσσόν, ἐπὶ ϑαλάττης μὲν κειμένην, ἐσχάτην δ᾽ οὖσαν τῆς Κιλικίας. καταπλεύσας εἰς αὐτὴν περὶ τὸν αὐτὸν καιρὸν καὶ ὁ στόλος ὁ τῶν Λακεδαιμονίων ... ἐξέβησαν καὶ συντυχόντες τῷ Κύρῳ τὴν τῶν Σπαρτιατῶν εἰς αὐτὸν εὔνοιαν ἀπήγγειλαν, καὶ τοὺς μετὰ Χειρισόφου πεζοὺς ὀκτακοσίους ἐκβιβάσαντες παρέδωκαν. τούτους δὲ προσεποιοῦντο μὲν οἱ φίλοι τοῦ Κύρου πέμψαι μισϑοφόρους, τῇ δ᾽ ἀληϑείᾳ μετὰ τῆς τῶν ἐφόρων γνώμης ἅπαντ᾽ ἐπράττετο· οἱ δὲ Λακεδαιμόνιοι φανερὸν οὔπω τὸν πόλεμον ἐπανῃροῦντο, κατέκρυπτον δὲ τὴν προαίρεσιν, ἐπιτηροῦντες τὴν ῥοπὴν τοῦ πολέμου. ὁ δὲ Κῦρος μετὰ τῆς δυνάμεως ἀνέζευξεν ἐπὶ Συρίας τὴν πορείαν ποιούμενος, καὶ τοὺς ναυάρχους ἐκέλευσε συμπαραπλεῖν ἁπάσαις

Note a pie di pagina

1 1 πλείων Dind.

2 5 στρατείαν v ἀνάγειν Dind., ἀναγαγεῖν o

3 9 καὶ del. Wurm

4 10 ἱσσόν P

5 11 κατέπλευσε δ᾽ εἰς Bezzel

6 13 Λακεδαιμονίων] καθωρμίσθη κατὰ τὴν Κύρου σκηνήν. εὐθὺς δ᾽ οἱ ἡγεμόνες τῶν Λακεδαιμονίων suppl. Wurm (ex Xen. An. 1, 4, 3); καὶ οἱ στρατηγοῦντες ἐξέβησαν καὶ τῷ Κύρῳ ... Bezzel

7 15 χειροσόφου P

8 18 μισθοφόρους πέμψαι P

9 21 ἀποτηροῦντες o, corr. Dind.