Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 221

Ol. 94, 4 : 401 a. Chr. 221

φυγὴν οὐκ ἀνεπιτήδειον. Κλέαρχος δὲ ϑεωρῶν τήν τε μέσην τάξιν καὶ τἄλλα μέρη τῶν συμμάχων τετραμμένα, τοῦ μὲν διώκειν ἀπέστη, τοὺς δὲ στρατιώτας ἀνακαλούμενος καϑίστα· εὐλαβεῖτο γὰρ μήποτε πάσης τῆς δυνάμεως ἐπὶ τοὺς Ἕλληνας ἐλϑούσης κυκλωϑῶσι καὶ πάντες ἀπόλωνται. οἱ δὲ μετὰ τοῦ βασιλέως ταχϑέντες ἐπειδὴ τὰ καϑ᾽ αὑτοὺς ἐτρέψαντο, πρῶτον μὲν τὴν ἀποσκευὴν τοῦ Κύρου διήρπασαν, μετὰ δὲ ταῦτα ἤδη νυκτὸς ἐπελϑούσης ἀϑροισϑέντες ἐπὶ τοὺς Ἕλληνας ὥρμησαν· ὧν δεξαμένων τὴν ἔφοδον εὐγενῶς, ὀλίγον μὲν χρόνον ὑπέμενον οἱ βάρβαροι, μετ᾽ ὀλίγον δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις νικώμενοι πρὸς φυγὴν ὥρμησαν. οἱ δὲ περὶ Κλέαρχον πολλοὺς τῶν βαρβάρων ἀνελόντες, ὡς ἤδη νὺξ ἦν, ἀναχωρήσαντες τρόπαιον ἔστησαν, καὶ περὶ δευτέραν σχεδὸν φυλακὴν ἔφϑασαν εἰς τὴν παρεμβολήν. τῆς δὲ μάχης τοιοῦτον τέλος λαβούσης ἀνῃρέϑησαν τῶν τοῦ βασιλέως πλείους τῶν μυρίων πεντακισχιλίων, ὧν τοὺς πλείστους ἀνεῖλον οἱ μετὰ Κλεάρχου ταχϑέντες Λακεδαιμόνιοί τε καὶ μισϑοφόροι. ἐκ δὲ ϑατέρου μέρους τῶν Κύρου στρατιωτῶν ἔπεσον περὶ τρισχιλίους· τῶν δὲ Ἑλλήνων φασὶν ἀναιρεϑῆναι μὲν οὐδένα, τρωϑῆναι δ᾽ ὀλίγους. Τῆς δὲ νυκτὸς παρελϑούσης Ἀριαῖος ὁ πεφευγὼς εἰς τὸν σταϑμὸν ἀπέστειλέ τινας πρὸς τὸν Κλέαρχον, παρακαλῶν πρὸς ἑαυτὸν ἀπαγαγεῖν τοὺς στρατιώτας καὶ κοινῇ διασώζεσϑαι πρὸς τοὺς ἐπὶ

Note a pie di pagina

1 7 ἑαυτοὺς o-PL

2 25 Ἀρριδαῖος PA