Textus Originalis
222 DIODOR. XIV 24. 25.
ϑάλατταν τόπους· ἀνῃρημένου γὰρ Κύρου καὶ τῶν τοῦ βασιλέως δυνάμεων ὑπερεχουσῶν, ἀγωνία πολλὴ κατέσχε τοὺς τετολμηκότας ἐπὶ τῇ καταλύσει τῆς Ἀρταξέρξου βασιλείας στρατεύεσθαι. ὁ δὲ Κλέαρχος ἀνακαλεσάμενος τούς τε στρατηγοὺς καὶ τοὺς ἐφ᾽ ἡγεμονίας τεταγμένους ἐβουλεύετο περὶ τῶν παρόντων. ὄντων δ᾽ αὐτῶν περὶ ταῦτα παρεγενήϑησαν παρὰ τοῦ βασιλέως πρέσβεις, ὧν ἦν ἀρχιπρεσβευτὴς ἀνὴρ Ἕλλην, ὄνομα μὲν Φάλυνος, γένος δὲ Ζακύνϑιος. εἰσαχϑέντες δ᾽ εἰς τὸ συνέδριον εἶπον, ὅτι λέγει ὁ βασιλεὺς Ἀρταξέρξης· Ἐπειδὴ νενίκηκα Κῦρον ἀποκτείνας, παράδοτε τὰ ὅπλα, καὶ πρὸς τὰς ϑύρας αὐτοῦ βαδίσαντες ζητεῖτε, πῶς ἂν αὐτὸν ἐκϑεραπεύσαντες ἀγαϑοῦ τινος μεταλάβητε. ῥηϑέντων δὲ τούτων ἀπόκρισιν ἔδωκεν ἕκαστος τῶν στρατηγῶν τοιαύτην οἵαν Λεωνίδης, καϑ' ὃν καιρὸν περὶ Θερμοπύλας αὐτοῦ φυλάττοντος τὰς παρόδους Ξέρξης ἀπέστειλεν ἀγγέλους, κελεύων τῶν ὅπλων παραχωρῆσαι. καὶ γὰρ τότε Λεωνίδης εἶπεν ἀπαγγεῖλαι τῷ βασιλεῖ διότι νομίζομεν, κἂν φίλοι γενώμεϑα τῷ Ξέρξῃ, μετὰ τῶν ὅπλων ὄντες ἀμείνους ἔσεσϑαι σύμμαχοι, κἂν πολεμεῖν πρὸς αὐτὸν ἀναγκασϑῶμεν, βέλτιον μετὰ τούτων ἀγωνιεῖσϑαι. παραπλησίως δὲ καὶ τοῦ Κλεάρχου περὶ τούτων ἀποκριναμένου, Πρόξενος ὁ Θηβαῖος εἶπεν, ὅτι νῦν τὰ μὲν ἄλλα σχεδὸν ἀποβεβλήκαμεν, λέλειπται δ᾽ ἡμῖν ἥ τ᾽ ἀρετὴ καὶ τὰ ὅπλα. νομίζομεν οὖν, ἂν
Note a pie di pagina
1 1 γὰρ P, om. v
2 9 Φαλῖνος f (οὕτω Xen.)
3 16 Λεωνίδας Dind. (XI 5, 5)
4 20 ἀπάγγειλε L?
5 25 Πρόξενος ὁ Θηβαῖος] Θεόπομπος Ἀθηναῖος Xen. An. II 1, 12