Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 223

Ol. 94, 4 : 401 a. Chr. 223

μὲν ταῦτα φυλάττωμεν, χρησίμην ἡμῖν ἔσεσϑαι καὶ τὴν ἀρετήν, ἂν δὲ παραδῶμεν, οὐδὲ ταύτην ἡμῖν ἔσεσϑαι βοηϑόν. διόπερ ἐκέλευσε τῷ βασιλεῖ λέγειν, ὡς ἂν περὶ ἡμῶν κακόν τι βουλεύηται, διὰ τούτων πρὸς αὐτὸν διαγωνιούμεϑα .... περὶ τῶν ἀγαϑῶν τῶν κοινῶν. λέγεται δὲ καὶ Σώφιλον τὸν ἐφ᾽ ἡγεμονίας τεταγμένον εἰπεῖν, ὅτι ϑαυμάζει τοὺς παρὰ τοῦ βασιλέως λόγους· εἰ μὲν γὰρ αὑτὸν δοκεῖ κρείσσονα τῶν Ἑλλήνων εἶναι, μετὰ τῆς δυνάμεως ἐλϑὼν λαβέτω τὰ παρ᾽ ἡμῶν ὅπλα· εἰ δὲ πείσας βούλεται, λεγέτω, τίνα χάριν ἡμῖν ἀντὶ τούτων ἀξίαν δώσει. μετὰ δὲ τούτους Σωκράτης Ἀχαιὸς εἶπεν, ὅτι λίαν αὐτοῖς ἐκπληκτικῶς ὁ βασιλεὺς προσφέρεται· ἃ μὲν γὰρ παρ᾽ ἡμῶν βούλεται λαβεῖν παραχρῆμ᾽ ἀπαιτεῖ, τὰ δ᾽ ἀντὶ τούτων δοϑησόμενα μετὰ ταῦτ᾽ ἀξιοῦν[τας αἰτεῖν] προστάττει. καϑόλου δ᾽ εἰ μὲν ἀγνοῶν τοὺς νενικηκότας ὡς ἡττημένους κελεύει τὸ προσταττόμενον ποιεῖν, μαϑέτω ποτέρων ἐστὶν ἡ νίκη παραγενηϑεὶς μετὰ τῆς πολυαρίϑμου δυνάμεως· εἰ δὲ σαφῶς ἡμᾶς εἰδὼς νενικηκότας ψεύδεται, πῶς αὐτῷ περὶ τῶν εἰς ὕστερον ἐπαγγελιῶν πιστεύσομεν; --- Οἱ μὲν οὖν ἄγγελοι τοιαύτας ἀποκρίσεις λαβόντες ἐχωρίσϑησαν· οἱ δὲ περὶ Κλέαρχον ἀνέζευξαν πρὸς τὸν σταϑμόν, ὅπου τὸ διασε-

Note a pie di pagina

1 1 ἔσεσθαι ἡμῖν P — ἂν] τι add. P, μὲν fort.

2 5 διαγων. PAFK, ἀγων. c; ἂν δ᾽ ἀγαϑόν τι, μετ᾽ αὐτοῦ πρὸς τοὺς ἄλλους ἀγωνιούμεϑα add. Madvig

3 6 κοινῶν] λοιπῶν vel μόνων Wurm

4 8 αὑτὸν o-PAL

5 10 ἡμῖν v

6 12 δώσειν PAF

7 13 ἐμπλήκτως Reiske, ἐμπληκτικῶς Bek.

8 16 ἀξιοῦν] ἀξιοῦντας αἰτεῖν O; ἀξ. ἥκειν aut ἔχειν Reiske ταῦτ᾽ ἀξιοῦντας] ταῦτα ζητοῦντας Wurm, ταῦτ᾽ ἀξιοῖ ἰόντας (del. προστάττει) Madvig

9 20 εἰδὼς ἡμᾶς o-PA — 22 οὖν om. v