Textus Originalis
224 DIODOR. XIV 25. 26.
σωσμένον στρατόπεδον ἦν ἀνακεχωρηκός. εἰς ταὐτὸ δὲ πάσης τῆς δυνάμεως ἐλϑούσης, περὶ τῆς ἐπὶ ϑάλατταν καταβάσεως ἐβουλεύοντο κοινῇ καὶ περὶ τῆς πορείας. ἔδοξεν οὖν αὐτοῖς μὴ τὴν αὐτὴν ἀναχώρησιν ᾗπερ ἦλϑον ποιεῖσθαι· πολὺ γὰρ αὐτῆς ἦν ἔρημον, ἐν ᾧ τροφὰς οὐχ ὑπελάμβανον ἕξειν, δυνάμεως πολεμίας ἀκολουϑούσης. γνόντες δ᾽ ἐπὶ Παφλαγονίας ἀναζευγνύειν, οὗτοι μὲν ὥρμησαν ἐπὶ Παφλαγονίαν μετὰ τῆς δυνάμεως, κατὰ σχολὴν ὁδοιποροῦντες, ὡς ἂν ἅμα τὰς τροφὰς ποριζόμενοι· ὁ δὲ βασιλεὺς βέλτιον ἔχων ἀπὸ τοῦ τραύματος, ὡς ἐπύϑετο τὴν τῶν ἐναντίων ὑποχώρησιν, νομίσας αὐτοὺς φεύγειν, ὥρμησε μετὰ τῆς δυνάμεως κατὰ σπουδήν. καταλαβὼν δ᾽ αὐτοὺς διὰ τὸ βραδέως ὁδοιπορεῖν, τότε μὲν ἤδη νυκτὸς οὔσης ἐγγὺς τὴν στρατοπεδείαν ἐποιήσατο, ἅμα δ᾽ ἡμέρᾳ διατασσόντων τῶν Ἑλλήνων τὸ στρατόπεδον εἰς μάχην, πέμψας τοὺς ἀγγέλους κατὰ μὲν τὸ παρὸν εἰς τρεῖς ἡμέρας ἀνοχὰς ἐποιήσατο· ἐν δὲ ταύταις συνεφώνησαν, ὥστε αὐτὸν μὲν φιλίαν παρασχέσϑαι τὴν χώραν καὶ τοὺς ἡγησομένους ἐπὶ ϑάλατταν δοῦναι καὶ τοῖς διεξιοῦσιν ἀγορὰν παρέχειν, τοὺς δὲ μετὰ Κλεάρχου μισϑοφόρους καὶ τοὺς μετ᾽ Ἀριαίου πάντας πορεύεσϑαι διὰ τῆς χώρας μηδὲν ἀδίκημα ποιοῦντας. μετὰ δὲ ταῦϑ᾽ οὗτοι μὲν περὶ τὰς τῆς ὁδοιπορίας ἐγίνοντο, τὴν δὲ δύναμιν ὁ βασιλεὺς
Note a pie di pagina
1 1 ταὐτὸ Reiske, τοῦτο O
2 4 τὴν αὐτὴν] τῇ αὐτῇ τὴν Reiske
3 5 ἥνπερ f; ᾗ περιῆλϑον c
4 13 ἀποχώρησιν o-PAF
5 19 συνεφώνησεν o, corr. Dind.
6 20 παρέχεσθαι o-PAL
7 23 Ἀρριδαίου PA
8 25 περὶ Steph., ἐπὶ o