Textus Originalis
Ol. 94, 4 : 401 a. Chr. 225
ἀπήγαγεν εἰς Βαβυλῶνα. ἐκεῖ δὲ τῶν κατὰ τὴν μάχην ἀνδραγαϑησάντων κατ᾽ ἀξίαν ἕκαστον τιμήσας ἔκρινε πάντων ἄριστον γεγενῆσϑαι Τισσαφέρνην. διὸ καὶ μεγάλαις αὐτὸν τιμήσας δωρεαῖς ἔδωκε τὴν ἑαυτοῦ ϑυγατέρα πρὸς συμβίωσιν, καὶ τὸ λοιπὸν διετέλει πιστότατον αὐτὸν ἔχων φίλον· ἔδωκε δ᾽ αὐτῷ καὶ τὴν ἡγεμονίαν ὧν Κῦρος ἐπὶ ϑαλάττης ἦρχε σατραπειῶν. ὁ δὲ Τισσαφέρνης ϑεωρῶν τὸν βασιλέα δι’ ὀργῆς ἔχοντα τοὺς Ἕλληνας, ἐπηγγείλατ᾽ αὐτῷ ἅπαντας ἀνελεῖν, ἐὰν αὐτῷ μὲν δυνάμεις δῷ, πρὸς δὲ Ἀριαῖον διαλλαγῇ· προδοϑήσεσθαι γὰρ ὑπὸ τούτου τοὺς Ἕλληνας κατὰ τὴν ὁδοιπορίαν. ὁ δὲ βασιλεὺς ἀσμένως τοὺς λόγους δεξάμενος τούτῳ μὲν ἔδωκεν ἐξ ἁπάσης τῆς δυνάμεως ἐπιλέξαι τοὺς κρατίστους ὅσους προαιροῖτο ...... ἄλλοις γε ἡγεμόσιν ἐλθεῖν καὶ κατὰ πρόσωπον ἀκοῦσαι τῶν λόγων. διόπερ οἵ τε στρατηγοὶ σχεδὸν ἅπαντες μετὰ Κλεάρχου καὶ τῶν λοχαγῶν ὡς εἴκοσι πρὸς Τισσαφέρνην ἦλϑον· καὶ στρατιωτῶν δὲ πρὸς ἀγορὰν ἐλϑεῖν βουλομένων ἠκολούϑησαν ὡς διακόσιοι. Τισσαφέρνης δὲ τοὺς μὲν στρατηγοὺς εἰς τὴν σκηνὴν ἐκάλεσεν, οἱ δὲ λοχαγοὶ πρὸς ταῖς ϑύραις διέτριβον. καὶ μετ᾽ ὀλίγον ἐκ τῆς Τισσαφέρνους σκηνῆς ἀρϑείσης φοινικίδος ὁ μὲν τοὺς στρατηγοὺς ἔνδον συνέλαβε, τοὺς δὲ λοχαγοὺς οἷς ἦν συντεταγμένον ἐπελθόντες ἀνεῖλον, ἄλλοι δὲ τοὺς ἐπὶ τὴν
Note a pie di pagina
1 3 Τισαφέρνην P1
2 11 Ἀρριδαῖον PA
3 13 τοὺς λόγους ἀσμένως o-PAF
4 14 ἐπιλέξας o, corr. Dind.
5 15 lacunae indicium est in FK
6 16 γε om. K, τε Dind.
7 18 ὡς del. Wurm εἴκοσι Wess. ex Xen. An. II 5, 30, εἰκός o
8 23 Τισσαφέρνου o-PA