Textus Originalis
226 DIODOR. XIV 26—28.
ἀγορὰν ἥκοντας τῶν στρατιωτῶν ἀνήρουν· ἐξ ὧν εἷς φυγὼν εἰς τὴν ἰδίαν παρεμβολὴν ἐδήλωσε τὴν συμφορᾶν. Οἱ δὲ στρατιῶται πυϑόμενοι τὰ γεγενημένα παρ᾽ αὐτὸν μὲν τὸν καιρὸν ἐξεπλάγησαν καὶ πάντες ἐχώρουν εἰς ὅπλα μετὰ πολλῆς ἀταξίας, ὡς ἂν ἀναρχίας οὔσης· μετὰ δὲ ταῦτα, οὐδενὸς αὐτοῖς παρενοχλοῦντος, εἵλοντο στρατηγοὺς μὲν πλείους, ἑνὶ δὲ τῶν ὅλων τὴν ἡγεμονίαν ἀπέδωκαν Χειρισόφῳ τῷ Λακεδαιμονίῳ. οὗτοι δὲ διατάξαντες τὸ στρατόπεδον εἰς τὴν ὁδοιπορίαν ὥς ποτ᾽ αὐτοῖς ἐδόκει κάλλιστα προῆγον ἐπὶ Παφλαγονίαν. Τισσαφέρνης δὲ τοὺς στρατηγοὺς δήσας ἀπέστειλε πρὸς Ἀρταξέρξην· ἐκεῖνος δὲ τοὺς μὲν ἄλλους ἀνεῖλε, Μένωνα δὲ μόνον ἀφῆκεν· ἐδόκει γὰρ μόνος οὗτος στασιάζων πρὸς τοὺς συμμάχους προδώσειν τοὺς Ἕλληνας. Τισσαφέρνης δὲ μετὰ τῆς δυνάμεως ἐπακολουϑῶν τοῖς Ἕλλησιν ἐξήπτετο, καὶ κατὰ στόμα μὲν οὐκ ἐτόλμα παρατάττεσϑαι, φοβούμενος ἀπεγνωσμένων ἀνδρῶν ϑράσος καὶ ἀπόνοιαν, ἐν δὲ τοῖς εὐϑέτοις τόποις παρενοχλῶν μεγάλῳ μὲν οὐδενὶ κακῷ περιβάλλειν αὐτοὺς ἠδύνατο, μικρὰ δὲ βλάπτων μέχρι τοῦ τῶν Καρδούχων καλουμένου ἔϑνους ἐπηκολούϑησεν. καὶ Τισσαφέρνης μὲν οὐδὲν ἔτι δυνάμενος πρᾶξαι μετὰ τῆς δυνάμεως ἐπ᾽ Ἰωνίας ἀνέζευξεν· οἱ δὲ Ἕλληνες ἐφ᾽ ἑπτὰ μὲν ἡμέρας διεπορεύοντο τὰ τῶν Καρδούχων ὄρη, πολλὰ κακὰ πάσχοντες ὑπὸ τῶν ἐγχωρίων ἀλκίμων τε ὄντων καὶ τῆς χώρας ἐμπείρων.
Note a pie di pagina
1 6 ἂν add. Hert.
2 15 συμμάχους] συνάρχοντας conicio Τισαφέρνης A
3 21 περιβαλεῖν FJ
4 23 καλουμένου o, corr. Hert.