Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 227

Ol. 94, 4 : 401 a. Chr. 227

ἦσαν δ᾽ οὗτοι πολέμιοι μὲν τοῦ βασιλέως, ἐλεύϑεροι δὲ καὶ τὰ κατὰ πόλεμον ἀσκοῦντες, μάλιστα δ᾽ ἐκπονοῦντες σφενδόναις ὡς μεγίστους λίϑους ἐμβάλλειν καὶ τοξεύμασιν ὑπερμεγέϑεσι χρῆσϑαι, δι᾽ ὧν τοὺς Ἕλληνας κατατιτρώσκοντες ἐξ ὑπερδεξίων τόπων πολλοὺς μὲν ἀνεῖλον, οὐκ ὀλίγους δὲ κακῶς διέθεσαν. τὰ γὰρ βέλη μείζω καϑεστῶτα δυεῖν πηχῶν ἔδυνε διά τε τῶν ἀσπίδων καὶ ϑωράκων, ὥστε μηδὲν τῶν ὅπλων ἰσχύειν τὴν βίαν αὐτῶν ὑπομένειν. οὕτω γάρ φασι μεγάλοις κεχρῆσϑαι οἰστοῖς, ὥστε τοὺς Ἕλληνας ἐναγκυλοῦντας τὰ ῥιπτόμενα βέλη τούτοις σαυνίοις χρωμένους ἐξακοντίζειν. διελϑόντες οὖν τὴν προειρημένην χώραν ἐπιπόνως παρεγενήθησαν πρὸς τὸν Κεντρίτην ποταμόν, ὃν διαβάντες εἰσέβαλον εἰς τὴν Ἀρμενίαν. ταύτης δ᾽ ἦν σατράπης Τιρίβαζος, πρὸς ὃν σπεισάμενοι διεπορεύοντο τὴν χώραν ὡς φίλοι. Ὁδοιποροῦντες δὲ διὰ τῶν Ἀρμενίων ὀρῶν ἐλήφϑησαν ὑπὸ χιόνος πολλῆς, καὶ παρεκινδύνευσαν ἀπολέσϑαι πάντες. τοῦ γὰρ ἀέρος τεταραγμένου τὸ μὲν πρῶτον κατ᾽ ὀλίγον ἤρξατο χιὼν πίπτειν ἐκ τοῦ περιέχοντος, ὥστε τοὺς ὁδοιποροῦντας μηδὲν ἐμποδίζεσϑαι τῆς εἰς τοὔμπροσϑεν πορείας· μετὰ δὲ ταῦτα πνεύματος ἐπιγινομένου μᾶλλον αἰεὶ κατερρίπτετο καὶ τὴν χώραν ἐπεκάλυπτεν, ὥστε μηδὲν δύνασϑαι μήτε τὰς ὁδοὺς μήτε ὁλοσχερῶς

Note a pie di pagina

1 10 φησιν P μεγάλοις] αὐτοῖς add. L, unde αὐτοὺς Wess.

2 11 ἐναγκυλῶντες Xen. An. IV 2, 28

3 12 ῥιπτούμενα FJ

4 15 Τιρίβ. P, Τειριβ. A, Τηρι. c

5 24 ἐπιγενομένου v

6 25 κατερίττετο P