Textus Originalis

228 DIODOR. XIV 28. 29.

228 DIODOR. XIV 28. 29.

τὰς ἰδιότητας τῶν τόπων ϑεωρεῖσϑαι. διόπερ ἀϑυμία τὸ στρατόπεδον ὑπεδύετο καὶ δέος, ἀνακάμπτειν μὲν εἰς ἀπώλειαν οὐ βουλομένων, προάγειν δὲ διὰ τὸ πλῆϑος τῶν χιόνων οὐ δυναμένων. τοῦ δὲ χειμῶνος ἐπίτασιν λαμβάνοντος ἐπεγενήϑη πνευμάτων μέγεθος μετὰ πολλῆς χαλάζης, ὥστε τοῦ συρμοῦ κατὰ πρόσωπον ὄντος ἀναγκασϑῆναι καϑίσαι τὴν δύναμιν ἅπασαν· ἕκαστος γὰρ τὴν ἐκ τῆς ὁδοιπορίας κακοπάϑειαν ὑπομένειν ἀδυνατῶν, οὗ ποτε τύχοι, μένειν ἠναγκάζετο. ἀποροῦντες δὲ πάντων τῶν ἀναγκαίων ἐκείνην μὲν τὴν ἡμέραν καὶ τὴν νύκτα διεκαρτέρουν ὑπαίϑριοι, πολλοῖς συνεχόμενοι κακοῖς· διὰ γὰρ τὸ πλῆϑος τῆς κατὰ τὸ συνεχὲς ἐκχεομένης χιόνος τά τε ὅπλα πάντα συνεκαλύφϑη καὶ τὰ σώματα διὰ τὸν ἀπὸ τῆς αἰϑρίας πάγον περιεψύχετο. διὰ δὲ τὴν ὑπερβολὴν τῶν κακῶν ὅλην τὴν νύκτα διηγρύπνουν· καὶ τινὲς μὲν πῦρ ἐκκαύσαντες τῆς ἀπὸ τούτου βοηϑείας ἐτύγχανον, τινὲς δὲ περικαταληφϑέντες ὑπὸ τοῦ πάγου τὰ σώματα πᾶσαν ἀπεγίνωσκον ἐπικουρίαν, τῶν ἀκρωτηρίων αὐτοῖς σχεδὸν ἁπάντων ἀπονεκρουμένων. διόπερ ὡς ἡ νὺξ διῆλθε, τῶν ϑ᾽ ὑποζυγίων τὰ πλεῖστα εὑρέϑη διεφϑαρμένα καὶ τῶν ἀνδρῶν πολλοὶ μὲν τετελευτηκότες, οὐκ ὀλίγοι δὲ τὴν μὲν ψυχὴν ἔχοντες ἔμφρονα, τὸ δὲ σῶμα διὰ τὸν πάγον ἀκίνητον· ἔνιοι δὲ καὶ τοὺς ὀφϑαλμοὺς ἐτυφλώϑη-

Note a pie di pagina

1 4 οὔτε δυναμένων AL, οὐ δεδυνημένων c; οὐδὲ δυναμένων fort.

2 9 οὗ ποτε] ουπωτε P1, ὅπου τε P2, ὅπου ποτε f

3 10 πάντες o, corr. Dind.

4 14 αἰϑρίας PFJ, αἴϑρας c

5 15 δὲ P, τε v

6 17 τὴν om. P1

7 19 περικαυϑέντες Reiske

8 20 ἀκροτηρίων P