Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 229

Ol. 94, 4 : 401 a. Chr. 229

σαν διά τε τὸ ψῦχος καὶ τὴν ἀνταύγειαν τῆς χιόνος. καὶ τελείως ἂν ἅπαντες διεφϑάρησαν, εἰ μὴ βραχὺ διελϑόντες εὗρον κώμας γεμούσας τῶν ἐπιτηδείων. αὗται δὲ τὰς μὲν τοῖς ὑποξυγίοις καταβάσεις εἶχον ὀρυκτάς, τὰς δὲ τοῖς ἀνδράσι κατὰ κλιμάκων ... ταῖς οἰκίαις τά τε βοσκήματα τρεφόμενα χόρτῳ, τοῖς δ᾽ ἀνδράσι πολλὴν ἀφϑονίαν πάντων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. Ἐμμείναντες δὲ ταῖς κώμαις ἡμέρας ὀκτὼ παρεγενήϑησαν πρὸς τὸν Φᾶσιν ποταμόν. ἐκεῖ δὲ τέτταρας ἡμέρας διανύσαντες διεπορεύοντο τὴν Χάων καὶ Φασιανῶν χώραν. ἐπιϑεμένων δ᾽ αὐτοῖς τῶν ἐγχωρίων, τούτους μὲν ἐν τῇ μάχῃ νικήσαντες πολλοὺς ἀνεῖλον, αὐτοὶ δὲ καταλαμβάνοντες τὰς τῶν ἐγχωρίων κτήσεις γεμούσας ἀγαϑῶν ἐνδιέτριψαν ἐν αὐταῖς ἡμέρας πεντεκαίδεκα. ἀναξεύξαντες δ᾽ ἐκεῖϑεν διῆλϑον τὴν Χαλύβων καλουμένων χώραν ἐν ἡμέραις ἑπτά, καὶ παρεγενήϑησαν πρὸς τὸν Ἅρπασον ὀνομαζόμενον ποταμόν, ὄντα τὸ πλάτος πλέϑρων τεττάρων. ἐντεῦϑεν δὲ διὰ τῆς Σκυθινῶν πορευ-

Note a pie di pagina

1 6 ταῖς οἰκίαις PAL, ταῖς οἰκίαις ἐγκαταβαίνουσι c; ἐν δὲ ταῖς οἰκίαις Rhod., ταῖς δ᾽ οἰκίαις ἐγκαταβιοῦσι Reiske, ἐς τὰς οἰκίας· ἐν δὲ ταῖς οἰκίαις ἦν καταβαίνουσι Madvig; mihi locus potius auctus et interpolatus videtur ex Xen. An. IV 5, 25: αἱ δὲ εἴσοδοι τοῖς μὲν ὑποζυγίοις ὀρυκταί, οἱ δὲ ἄνϑρωποι κατέβαινον ἐπὶ κλίμακος. ἐν δὲ ταῖς οἰκίαις ἦσαν αἶγες, οἶες . . . πάντα χιλῷ ἔνδον ἐτρέφοντο

2 7 πολλὴ ἦν ἀφϑονία Reiske

3 9 δὲ om. A, τε P

4 10 πρὸς PAL, εἰς c

5 11 διανύσαντες] διαμείναντες P: neutrum convenit cum Xen. An. IV 7, 1

6 13 ἐν del. Rhod., ἐν τῇ del. malim (at c. 86, 3)

7 17 Χαλκιδαίων P1, Χαλκιδέων c, corr. Wess. — καλουμένην O

8 18 Ἄρπασον Xen. An. IV 7, 18

9 20 διὰ τ᾽ ἀσκυτίνων P, διὰ τασκουτίνων c; διὰ Σκυθηνῶν Xen.