Textus Originalis
230 DIODOR. XIV 29. 30.
όμενοι διῆλϑον ὁδὸν πεδινήν, ἐν ᾗ τρεῖς ἡμέρας αὑτοὺς ἀνέλαβον, εὐποροῦντες ἁπάντων τῶν ἀναγκαίων. μετὰ δὲ ταῦτ᾽ ἀναξεύξαντες τεταρταῖοι παρεγενήϑησαν πρὸς πόλιν μεγάλην Γυμνασίαν ὀνομαζομένην. ἐκ δὲ ταύτης ὁ τῶν τόπων τούτων ἀφηγούμενος ἐσπείσατο πρὸς αὐτοὺς καὶ τοὺς ὁδηγήσοντας ἐπὶ ϑάλατταν συνέστησεν. ἐν ἡμέραις δὲ πεντεκαίδεκα παραγενόμενοι ἐπὶ τὸ Χήνιον ὄρος, ὡς εἶδον πορευόμενοι οἱ πρῶτοι τὴν ϑάλατταν, περιχαρεῖς ἦσαν καὶ τοιαύτην ἐποίουν κραυγήν, ὥστε τοὺς ἐπὶ τῆς οὐραγίας ὄντας ὑπολαμβάνοντας πολεμίων ἔφοδον εἶναι χωρεῖν εἰς ὅπλα. ὡς δ᾽ ἅπαντες ἀνέβησαν ἐπὶ τὸν τόπον, ἐξ οὗ τὴν ϑάλατταν ἦν ὁρᾶν, τοῖς ϑεοῖς ἀνατείναντες τὰς χεῖρας ηὐχαρίστουν ὡς ἤδη διασεσωσμένοι· συνενέγκαντες δ᾽ εἰς ἕνα τόπον λίϑους παμπληϑεῖς, καὶ ποιήσαντες ἐξ αὐτῶν ἀναστήματα μεγάλα, σκῦλα τῶν βαρβάρων ἀνέϑεσαν, βουλόμενοι τῆς στρατείας ἀϑάνατον ὑπόμνημα καταλιπεῖν. καὶ τῷ μὲν ὁδηγήσαντι φιάλην ἀργυρᾶν καὶ στολὴν Περσικὴν ἐδωρήσαντο· ὃς δείξας αὐτοῖς τὴν ἐπὶ Μάκρωνας ὁδὸν ἀπηλλάγη. οἱ δ᾽ Ἕλληνες εἰσβαλόντες εἰς τὴν τῶν Μακρώνων χώραν ἐσπείσαντο, καὶ πρὸς πίστιν παρὰ μὲν ἐκείνων λόγχην ἔλαβον βαρβαρικήν, αὐτοὶ δ᾽ Ἑλληνικὴν ἔδωκαν· ταῦτα γὰρ ἔφασαν αὑτοῖς οἱ βάρβαροι διὰ προγόνων παραδεδόσϑαι πρὸς πίστιν βεβαιότατα. ὡς δὲ τοὺς τούτων ὅρους διῆλϑον, παρεγενήϑησαν
Note a pie di pagina
1 2 αὐτοὺς P
2 8 δεκαπέντε P; πέντε Xen. An. IV 4, 20 Χήνιον] Θήχης Xen.
3 9 οἱ πρῶτοι πορ. Külker
4 13 τὸν om. o-L
5 18 στρατιᾶς PA
6 25 αὐτοῖς P