Textus Originalis

Ol. 94, 4 : 401 a. Chr. 231

Ol. 94, 4 : 401 a. Chr. 231

εἰς τὴν τῶν Κόλχων χώραν. εἰς ἣν ἀϑροισϑέντων τῶν ἐγχωρίων ἐπ’ αὐτούς, τούτους μὲν κρατήσαντες μάχῃ πολλοὺς ἀνεῖλαν, αὐτοὶ δὲ λόφον ὀχυρὸν καταλαβόμενοι τὴν χώραν ἐπόρϑουν, καὶ τὰς ὠφελείας εἰς τοῦτον ἀϑροίσαντες ἀφϑόνως ἑαυτοὺς ἀνελάμβανον. ηὑρίσκετο δὲ καὶ σμήνη παμπληϑῆ περὶ τοὺς τόπους, ἐξ ὧν πολυτελῆ προσεφέρετο κηρία. τούτων δ᾽ οἱ γευσάμενοι παραλόγῳ περιέπιπτον συμπτώματι· οἱ γὰρ μεταλαβόντες αὐτῶν ἄφρονες ἐγίνοντο καὶ πίπτοντες ἐπὶ τὴν γῆν ὅμοιοι τοῖς τετελευτηκόσιν ὑπῆρχον. πολλῶν δὲ φαγόντων διὰ τὴν γλυκύτητα τῆς ἀπολαύσεως, ταχὺ τὸ πλῆϑος ἐγεγόνει τῶν πεπτωκότων οἱονεὶ τροπῆς ἐν πολέμῳ γεγενημένης. ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἠϑύμησεν ἡ δύναμις, καταπεπληγμένη τό τε παράδοξον καὶ τὸ πλῆϑος τῶν ἠτυχηκότων· τῇ δ᾽ ὑστεραίᾳ περὶ τὴν αὐτὴν ὥραν ἅπαντες ἑαυτοὺς ἀνελάμβανον καὶ κατ᾽ ὀλίγον ἀνακτώμενοι τὸ φρονεῖν ἀνέστησαν, καὶ τὸ σῶμα διέϑεσαν ὁμοίως τοῖς ἐκ φαρμακοποσίας διασωϑεῖσιν. ὡς δ᾽ ἀνέλαβον ἑαυτοὺς ἐν τρισὶν ἡμέραις, ἐπορεύϑησαν εἰς Τραπεζοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων μὲν ἄποικον, κειμένην δ᾽ ἐν τῇ Κόλχων χώρᾳ. ἐνταῦϑα δὲ διατρίψαντες ἡμέρας τριάκοντα, παρὰ μὲν τοῖς ἐγχωρίοις λαμπρῶς ἐξενίσϑησαν, αὐτοὶ δὲ τῷ Σωτῆρι Ἡρακλεῖ καὶ Διὶ σωτηρίῳ ϑυσίαν ἐποίησαν καὶ γυμνικὸν ἀγῶνα, καϑ᾽ ὃν τόπον φασὶ προσπλεῦσαι τὴν Ἀργὼ καὶ τοὺς περὶ Ἰάσονα.

Note a pie di pagina

1 19 ταχὺ] ἀμύϑητον aut ἀναρίϑμητον add. Reiske

2 25 δὲ Eich., τε o Σωτῆρι Cobet (σωτήρια Xen. An. IV 8, 25)

3 27 ἰάσωνα P